TLG 4374 001 :: ANONYMI DE ASTROLOGIA DIALOGUS :: De astrologia dialogus (= Hermippus) (fort. auctore Joanne Catrario)

ANONYMI DE ASTROLOGIA DIALOGUS Astrol.
(A.D. 5/6?)

De astrologia dialogus (= Hermippus) (fort. auctore Joanne Catrario)

Source: Kroll, W., Viereck, P. (eds.), Anonymi christiani Hermippus De astrologia dialogus [Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana] Leipzig: Teubner, 1895: 1–71.

Citation: Page — (line)

1

(1t)

ΕΡΜΙΠΠΟΣ [Η] ΠΕΡΙ ΑΣΤΡΟΛΟΓΙΑΣ.
2t〈Α〉
3 〈αʹ〉 —Ἀλλ’ ἦ τοιοῦτόν τι τὸ Πρωτέως ἦν παρ’ Ὁμήρῳ φάσμα εἰς πολυειδεῖς μορφὰς ἐξαλλάττον, ὁποῖος
5ἐκ τῶν λόγων, ὦ Ἕρμιππε, ἡμῖν ἀναφαίνῃ· πάντα γὰρ ἀτεχνῶς γινόμενος καὶ θεῖα καὶ ἀνθρώπινα συνείρων ὁμοῦ οὐδὲν ὅλως τῶν λεγομένων ἐξακριβοῖς οὐδὲ ξυμ‐ περαίνεις τὴν ἐφ’ ἑκάστῳ σπουδήν. —Καὶ ὀρθῶς, οἶμαι, ὦ ἑταῖρε· ἀκούεις δέ που
10καὶ σύ, ὡς ἡδύ τι χρῆμα ἡ ἐς ἅπαν μεταβολή· ἄλλως τε δὲ καὶ οὕτως ᾤμην ἥδιον τὸν λόγον διενεγκεῖν, ταχέως ἀφιστάμενος καὶ ἀφ’ ἑτέρου πρὸς ἕτερον μετιών· ὃ δὴ καὶ τὸν κόρον ἐπιεικῶς ἀπωθεῖται. —Εἰ μὲν ἐφ’ ἅπαντι, ὦ Ἕρμιππε, τὸ τῆς μετα‐
15βολῆς ἥδιον, ποιηταῖς τοῦτο παρῶμεν. πρῴην δέ, ὅτε περὶ ἀστρολογίας διῄεις (οἶσθα δέ, ὅπως ἐρωτικῶς εἰς αὐτὴν ἔχω), τέλος ἐπιθεῖναι τῷ λόγῳ δεηθέντος ἐμοῦ· καὶ μήν, ἔφης, βιβλίον, εἴ σοι φίλον, τόνδε ποιήσομαι καὶ προκείσεταί σοι ἀνθ’ ὅτου βούλει σπουδάσματος.
20ὥρα γοῦν σοι τὰ ἐπηγγελμένα ἐπιτελεῖν. —Ὡς μὲν οὖν ὑπέστην σοι τὸν λόγον, ὁμολογῶ·
ἀτὰρ ἡ θεία τῶν εὐαγγελίων φωνὴ παροπτέα ἡγεῖται1

2

ταῦτα καὶ οὐδ’ ἄκροις ὠσὶ συγχωρεῖ προσίεσθαι, ᾗ δὴ πᾶσα ἀνάγκη πείθεσθαι. —Εὖ γε, ὦ ἑταῖρε, ποιοῦσα· αὕτη γὰρ μόνη τὴν πρὸς σωτηρίαν τρίβον ἐλαύνει χειραγωγοῦσα, τὰ δ’
5ἄλλα παρευρημένα καὶ κενή τις δόξα καὶ κόμπος. ἐγὼ δὲ τὴν περὶ τούτου δόξαν τῶν Ἑλλήνων ἐπεθύμουν ἀκοῦσαι, ὡς μὴ πάντῃ περινοστοίην τῶν τοιούτων ἀτέλεστος. εἰ γὰρ παντάπασι ταῦτα διαβαλοῦμεν, φαῦλος μὲν ἡ γῆ δόξει, ὅτι φυτὰ καὶ πόας μετὰ τῶν ἀλεξη‐
10τηρίων καὶ δηλητηρίους ἀνίησιν, διαβεβλήσεται δὲ καὶ ἥλιος καὶ σελήνη, ὅτι μέτρα χρόνων καὶ ὥρας παρέ‐ χονται, ἤδη δέ που καὶ μελλόντων ἐκβάσεις τοῖς ὀρθῶς καὶ μετ’ ἐπιστήμης σκοπουμένοις αὐτούς. τοῦτο δ’ οὐδὲν ἄλλο γε ἢ τὴν τοῦ θεοῦ δημιουργίαν παρὰ
15φαῦλον τιθέναι ἐστίν. —Ἔχει μὲν οὕτω· μέγαν δέ, ὥς γε οἶμαι, τὸν περὶ τούτου λόγον ἐγείρεις καὶ οὐκ οἶδα εἴ τινι ἐφικτόν. τί δὲ χρὴ καὶ ποιεῖν; τό τε γὰρ τῆς ὑποθέσεως ὑπέρ‐ μεγα θράττει με καὶ οἱ ἀποτρέποντες σεμνοὶ δὴ μάλα
20καὶ πολλὴν ἐπὶ τοῦ προσώπου τὴν αἰδῶ φέροντες. ἐγὼ δὲ τὸ μὲν ἐκπεσεῖν τῆς ὑποθέσεως τοῦτο καὶ πάνυ δέδοικα, τῶν δὲ ταύτην διαβαλλόντων σμικρὰ φροντίζω. ἡδέως γὰρ ἂν ἐροίμην αὐτούς, πῇ δὴ καὶ πόθεν ὁρμώ‐ μενοι τὰ παρακεκινδυνευμένα ταῦτα λέγειν προάγονται·
25εἰ μὲν γὰρ δεδοικότες φαῖεν, μὴ οὐ τῆς προνοίας τοὺς ἀστέρας δημιουργήματα θείμεθα, καὶ μὴν ἡμῖν τοῦτο σαφέστατα δεῖξαι πρόκειται καὶ λίαν ἐσπούδασται. εἰ
δ’ αὖ τὴν αὐτῶν δύναμιν ἐν τοῖς ἐπιγείοις ἐνιδόντας2

3

οἴονται ῥᾳδίως ἔχειν τοὺς μὴ πάνυ στερροὺς τὴν γνώμην πρὸς τὰ χείρω περιτραπῆναι, ἀπολογία δήπουθεν ἀπαντήσει, ὡς τοὺς τοιούτους οὐχ οἷόν τ’ εἶναι πρὸς τέρμα τῆς ἐπιστήμης ἐλθεῖν. ἄλλως τε δὲ εἰ τοῦθ’ οὕτω
5λογιζόμενοι διαβάλλοιμεν, καὶ ἡ θάλαττα ἡμῖν ἀποκεκη‐ ρύχθω, διὰ τοὺς ἀπείρως πλέοντας οἶμαι καὶ τὰ ναυάγια. —Κατὰ θεὸν ὄντως ταῦτά σοι, ὦ Ἕρμιππε, εἴρη‐ ται. ἄρξαι δ’ οὖν· ὡς ἔγωγε πρὸς τὸν λόγον κέχηνα καὶ τὰ ὦτα ἵστημι καὶ τὸν νοῦν ἐγρήγορα καὶ ὅλως
10οὐδὲν φρονῶ μικρὸν οὐδὲ γήϊνον. —Ἐπειδήπερ ὅ, τι ἂν ἔχωμεν κατανενοηκότες τοῦ τῆς ἀστρολογικῆς ἐπιστήμης τέλους, ἐπιτάττεις, ἀνδρῶν ἄριστε, εἰς βιβλίον ἐγγραψάμενον ἀποδοῦναί σοι, ἔστι μὲν οὐ τῶν πάνυ ῥᾴστων μετ’ ἀποδείξεως σαφοῦς
15χωρῆσαι καὶ λόγους τῆς ἀληθείας ὀπαδοὺς ἀποδοῦναι. ὁ γὰρ θεός, οἶμαι, τὴν ἀνωτάτην καὶ μακαρίαν εἰληχὼς χώραν καὶ τοσοῦτον ὑπερηρμένος τῶν ἐπὶ γῆς σκότον ὡς εἰπεῖν καὶ ἄγνοιαν εἰς τὸν ὑπὸ τὴν σελήνην τόπον κατέχεε· φθόνῳ μὲν οὐκ ἔχω λέγειν (“ἀγαθῷ γὰρ
20οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος” καὶ Πλάτων πρότερος ἡμῶν εἰπὼν ἔφθη), γυμνάζων δὲ οἶμαι πλέον τῶν ἄλλων τὸν ἀνθρώπινον νοῦν, ὅπως αἰεὶ πρὸς ἐκεῖνον ἐκτείνοντες καὶ ἀτενῶς ἀπερείδοντες δύναιντ’ ἂν μόλις ἐφάπτεσθαι. εἰ δ’ ἀμοχθεὶ πίμπλασθαι παρῆν
25τἀγαθοῦ, ἦν μὲν δὴ καὶ οὕτως ἂν ἀνθρώπῳ μακαριστόν, μηδεμιᾶς μέντοι προτεθειμένης ἁμίλλης οὐδὲ τοῖς περι‐ γιγνομένοις εἵποντο στέφανοι· σοὶ δὲ πειθόμενοι τοῖς προστεταγμένοις ὡς οἷόν τε ἐγχειρήσομεν· θεοῦ δ’ ἂν
εἴη τέλος τῷ σκοπῷ κατάλληλον παρασχεῖν.3

4

〈βʹ〉 Ἐπειδὴ τοίνυν νοῦς μὲν οὐκ ἐσμέν, ὅπως πᾶσιν ἀμέσως διὰ νοήσεων ἁπλῶν ἐπιβάλλωμεν, ἀλλὰ σωματικῷ βάρει καὶ αἰσθήσεων πληθύϊ ἐπιπροσθούμενοι ψευδεῖς καὶ ποικίλας δόξας καὶ φαντασίας περὶ ὁτουοῦν
5ἐφελκόμεθα, τὴν μαντικὴν ἡ φύσις κατὰ τὸν βίον δεύτερόν φασι πλοῦν ἐπεισήγαγεν, ὅπως ἃ διὰ τὸ τῆς σαρκὸς ἐπικάλυμμα αὐτοψεὶ βλέπειν οὐ δεδυνήμεθα, ταῦτα μανθάνειν δι’ αὐτῆς ἔχωμεν. ταύτης δὲ τὰ μὲν εἴδη πολλὰ καὶ διάφορα, πρὸς δ’ ἕνα καὶ τὸν αὐτὸν
10σκοπὸν τείνουσι. μέγιστον δὲ πάντων καὶ κυριώτατον τὸ περὶ τὴν τῶν ἀστέρων χορείαν ὁ τὸ πᾶν τοῦτο τεκτηνάμενος ἐδωρήσατο, ἅμα μὲν τὰ πρὸς τὴν σύστασιν ἡμῶν καὶ τὴν κατὰ τὸν βίον χορηγίαν δι’ αὐτῶν προ‐ οικονομούμενος, ἅμα δὲ καὶ τῶν γιγνομένων καὶ ἐσο‐
15μένων ἐναργῆ δεικνὺς δείγματα. ταύτην Χαλδαῖοι μὲν πρῶτοι μετῆλθον καὶ ὅσοι τὴν ὁμοίαν αὐτοῖς οἴκησιν ἔλαχον· διὰ γὰρ τὸ πρὸς τὸ μέσον σχεδὸν πίπτειν καὶ ἀνέφελον εἶναι ἀεί τε καθαρωτέρῳ τῷ ἀέρι ἐν‐ τυγχάνουσι, καὶ τῶν ἀστέρων ἀνατολαὶ καὶ δύσεις κατ’
20αὐτοὺς πλησιαίτεραι καὶ διὰ τοῦτο ἐναργῆ τε ὁμοῦ καὶ δραστικὴν τὴν αὐτῶν καθιστᾶσιν ἐνέργειαν. ἀφίκετο δὲ παρ’ ἐκείνων χρόνῳ ὕστερον καὶ πρὸς τοὺς βορει‐ οτέρους ἡμᾶς· εἰ δ’ ἐκεῖνοι παρ’ αὐτοῖς ἑκόντες τἀληθὲς ἀπεκρύψαντο, πρὸς δ’ ἡμᾶς διαφόρους καὶ ἀναποδείκτους
25δόξας ἐξήνεγκαν, οὐ τῆς ἀστρονομίας τοῦτο κακία νο‐ μίζοιτ’ ἄν. ὅτι μὲν οὖν ἐπιστήμης πάσης αὕτη κεφά‐ λαιον καὶ δι’ αὐτῆς εὖ ζῆν τε καὶ διατιθέναι τὰ κατὰ τὸν βίον ἔστιν, οὐκ ἄν μοί τις ἀμφισβητῆσαι δοκεῖ.
εἰ δέ τις πρὸς τοιαύτην ἀμαθίαν ἐλήλακε καὶ πρὸς4

5

ἀνατροπὴν τῶν αὐτῆς ἐξῆκται δογμάτων, οὐ μέμφεσθαι μᾶλλον τοῦτον ἄξιον ἢ τῆς ἀμαθίας οἰκτείρειν· ταύτην γὰρ ὡς εἰπεῖν συγκαλύπτων πειρᾶται τἀληθὲς ἀναιρεῖν, ὥσπερ ἂν εἰ καὶ τυφλὸς ὢν μὴ εἶναι ὅλως μηδὲ φῶς
5ἀφιέναι φαίη τὸν ἥλιον. 〈γʹ〉 Πῶς γάρ, εἰπέ μοι, δι’ ὀρνίθων μὲν κλαγγῆς καὶ ἥπατος ἐντομῆς τὸ μέλλον εὑρίσκειν οἷοί τ’ ἐσμέν, διὰ δὲ τῆς τῶν ἀστέρων πορείας καὶ σημειώσεως, ἐφ’ ᾧ δὴ γεγόνασιν οὗτοι, οὐχ οἷοί τε; ὡς γὰρ ἑνὸς ζῴου
10σώματος καὶ περὶ τοῦδε τοῦ παντὸς χρὴ νοεῖν, καὶ ἀπὸ τῆς τοῦ μέρους αὐτοῦ καταλήψεως περὶ ἄλλου τῶν ἐν αὐτῷ σαφῶς εἰδέναι παρέχεται· κἀκεῖνο δ’ αὖθις περὶ ἑτέρου σημαίνει καὶ ὅλως ἑκάστῳ ἕκαστον ἕπεται καὶ περὶ τοῦ παντὸς ἀφ’ ἑνὸς στοχάζεσθαι δίδωσιν·
15οἷον εἴ τις τὴν εἰς τὸ θέναρ τῆς χειρὸς ὀδύνην ἐν‐ σκήψασαν ἀπὸ τοῦ στομάχου ἠρτῆσθαι λέγοι ἢ τὴν κατὰ κεφαλῆς ἀπὸ τῆς γαστρός. ἀλλὰ τοῦτο μὲν οὐ πολλῶν οἶμαι λόγων πρὸς ἀπόδειξιν δεῖται. 〈δʹ〉 Λέγωμεν δὲ ἀπὸ τῆς τῶν στοιχείων καὶ τῆς
20καθ’ ἡμᾶς φύσεως ἀρξάμενοι καὶ προβιβάζοντες ἀπὸ τῶν μικρῶν ὡς εἰπεῖν ἐπὶ τὰ μείζω καὶ τελεώτερα· δείξομεν γὰρ ἐντεῦθεν σαφῶς, ὡς εἰς τοῦθ’ ὅπερ ἔφημεν ἡ τῶν ἀστέρων φύσις συμβάλλεται· καὶ ὅτι δὲ καὶ ὅπως, ἐκ τῶν εἰρησομένων ἔσται καταμαθεῖν.
25ὁ τοῦ παντὸς τοῦδε γενέτης, εἴτε καὶ δημιουργὸν χρὴ καλεῖν, ἀκροτάτην ἔχων ἕδραν ἐν τοῖς ἀεὶ οὖσι καὶ τῶν πρώτων ὢν νοητῶν ὡς μὲν καὶ δευτέρας τινὰς καὶ τρίτας δυνάμεις οἰκείας ἑαυτῷ προϋπέστησε, καὶ
πρὸ ἡμῶν θείοις ἀνδράσιν εἴρηται. μικτὸν δὲ ἔκ τε5

6

ὕλης καὶ νοερᾶς οὐσίας βουληθεὶς εἶδος παραγαγεῖν, πρῶτον μὲν τὴν τῶν ἀπλανῶν σφαῖραν ἧττον οἰκείαν καὶ προσφυῆ ἐτεκτήνατο· τῆς γὰρ ἑτερότητος πλέον ἢ ταυτότητος ἐν μεθέξει καθέστηκεν. εἶτα τὴν ἑνὸς
5ἑκάστου τῶν πλανήτων διέθετο, τοσοῦτον πλέον ὕλης μετέχουσαν, ὅσον πλέον ἐκεῖθεν κάτεισι. μετὰ δὲ καὶ τὴν τῶν στοιχείων τάξιν κατάλληλον εἴργαστο, τοσοῦτον καὶ αὐτῶν πρὸς ὕλην χωρούντων, ὅσον πρὸς τὴν τοῦ παντὸς ὑποστάθμην, τὴν γῆν, συνεγγίζουσι. πρὸς δὲ
10τῷ μέσῳ τῶν τοιούτων σφαιρῶν, ὃ δὴ καρδίᾳ τὸ ἀνά‐ λογον ἂν ἔχειν δόξειεν, ὅτι πλεῖστον τῆς αὐτοῦ δυνά‐ μεως συνεμφορήσας συνέθετο, φῶς ἀνάψας αἰσθητὸν καὶ ζῳογόνον ἐμβαλὼν δύναμιν. τὰ δ’ οὖν μικτά, ἐπεὶ οὐκ ἐξ ἑνὸς δεῖ συγκεῖσθαι (οὐ γὰρ ἂν εἴη μικτά), διὰ
15τεττάρων τινῶν ποιοτήτων συνέθετο, θερμῆς καὶ ὑγρᾶς καὶ ψυχρᾶς καὶ ξηρᾶς. ταύτας δὲ εἰς τὰς τῶν σφαιρῶν ἐνίδρυσε χώρας, πρώτην μὲν τάξιν τῷ ψυχρῷ νείμας· ἀπὸ γὰρ φθορᾶς ἡ γένεσις ἕπεται, ἡ μὲν ἐν διακρίσει, ἡ δ’ ἐν συγκρίσει· καὶ ἔστιν ἡ μὲν γένεσις φθορὰ τοῦ
20μὴ ὄντος, ἡ δὲ φθορὰ γένεσις τοῦ μὴ ὄντος· δευτέραν δὲ τῷ ὑγρῷ καὶ τρίτην τῷ ξηρῷ καὶ τετάρτην τῷ θερμῷ. ἀλλ’ ἡ τοῦδε δύναμις μέση τε οὖσα καὶ δρα‐ στικωτάτη πάντων δὴ μάλιστα ἔτι τε τὴν ἄνω ζητοῦσα πάροδον κἀκείναις τῆς οὐσίας αὐτῆς μεταδίδωσι, καθ’
25ὅσον συνεγγίζει τε καὶ ἀφίσταται, θερμαίνουσα μὲν πρῶτον καὶ μάλιστα τὸ ξηρόν, δεύτερον δὲ τὸ ὑγρόν, τὸ δὲ ψυχρὸν τοσοῦτον ὡς εἰπεῖν ἔλαττον, ὥστε δοκεῖν καὶ ἐναντίον εἶναι αὐτῷ. ἐκεῖθεν ἡ μῖξις καὶ κρᾶσις
τὴν ἀρχὴν ἔλαβε καὶ ὅσῳ πλέον πρὸς ὕλην τὰ ἑξῆς6

7

κάτεισι, τοσούτῳ πλέον καὶ πολυτελέστερον κέκρανται. εἶτ’ ἐπεὶ μέχρι τῆς τετάρτης σφαίρας αἱ τέσσαρες εἰλι‐ κρινεῖς ἧκον ποιότητες, ἔδει δ’ ἐπὶ πλέον αὐτὰς ἐπεκτεί‐ νεσθαι, ἑξῆς καὶ κάτω τὰς τρεῖς τούτων αὖθις μίξας
5διὰ τὸ τοῦθ’ οὕτω ξυντείνειν μᾶλλον πρὸς τοὖργον ἐν ἑτέραις τρισὶ σφαίραις ἄλλην ἐπ’ ἄλλῃ συνέθετο· οὐκέτι μὲν πρώτην τὴν ψυχρὰν τάξας διὰ τὸ μὴ οἷόν τε ἐγγὺς εἶναι ἀλλήλοις τό τε θερμὸν καὶ ψυχρόν, τὴν λαχοῦσαν δὲ τὸ μέσον ὑγροῦ καὶ θερμοῦ· καὶ μετ’ αὐτὴν οὔτε
10δήπουθεν ξηρὰν οὔτ’ αὖ τελέως ὑγράν, μικτὴν δέ τινα καὶ κεκραμένην ἔχουσαν δύναμιν, οἵαν καὶ τὴν μετὰ ταύτην, τετάρτην δ’ ἀπὸ τοῦ μέσου διέθετο πλέον φέρουσαν τοῦ ψυχροῦ κατὰ τὴν τοῦ μέσου ἀπόστασιν. Τὰς γοῦν ποιότητας ταύτας οὐσιώσας καὶ συναγα‐
15γὼν ὡς εἰπεῖν καθ’ ἑκάστην ἓν σῶμα σφαιρικὸν συνε‐ στήσατο· καὶ αὗταί εἰσιν, ἃς καλεῖν εἰώθασιν ἄνθρωποι τοῦ ἀστέρα, τοῦ , τοῦ , ἔτι δὲ ἡλιακόν symbol, τε καὶ καὶ , τὰς ἐπωνυμίας ταύτας κατὰ λόγον ὡς εἰπεῖν ἐσχηκότας. δείκνυσί τε αὐτοῖς ὁδόν, ἣν ἂν δι’ αἰῶνος
20ἴωσι καὶ συνεχῆ τὴν πορείαν φυλάττωσιν, ὁμοίαν μὲν καὶ τεταγμένην, καθ’ ὅσον πρὸς τὸ νοερὸν ἐπιστρέφονται, οὐκέτι δὲ ὁμαλὴν διὰ τὸ καὶ ὕλης τι μετεῖναι αὐτοῖς· ἐκκέντρους τε τὰς τούτων σφαίρας πρὸς τὴν τῶν ἀπλα‐ νῶν εἴργαστο ἑκάστην τε ταῖς ἄλλαις ἀνίσως, ὅπως
25ποικίλως τοῖς ἐπὶ γῆς οἶμαι προσφέροιντο. τὸν δὲ τῶν διαστημάτων αὐτῶν λόγον οὐ ταὐτὸν μὲν ἐν πᾶσι τετήρηκεν (οὐ γὰρ ἂν ὅλως κατὰ μουσικὴν ἁρμονίαν
ἐμίγνυντο), ἐν ἀνισότητι δέ· ἀπὸ γὰρ ταύτης ἡ ἰσότης7

8

συνίσταται· τὸν μὲν τοῦ πρώτου πρὸς τὸν τελευταῖον ἐν τῷ δὶς διὰ πασῶν καὶ τετραπλασίονι, ἑκατέρου δὲ τοῦ τε ἄκρου πρὸς τὸν μέσον καὶ τοῦ μέσου πρὸς τὸν τελευταῖον ἐν τῷ διὰ πασῶν ἅμα καὶ διπλασίονι, τοὺς
5δὲ ἄλλους ἀλλήλοις ἐν ἡμιολίοις καὶ ἐπογδόοις καὶ ἐπιτρίτοις λόγοις ἁρμόσας κατὰ ἁρμονικὴν συμφωνίαν. 〈εʹ〉 Ἐπεὶ δὲ ποικίλην καὶ πολυσχιδῆ τὴν μῖξιν τῶν γινομένων ἐβουλήθη συστήσασθαι, τῆς αὐτῶν ὅσον οἷόν τ’ ἦν ἀφελὼν οὐσίας καὶ μίξας εἰς ἓν ἕτερα
10πλεῖστα σφαιρικὰ σώματα ἀπειργάσατο καὶ πάντα πρὸς τὸ πυρωπὸν χρωματίσας, ὅτι καὶ τοῦτ’ ἦν μᾶλλον οἰκεῖον αὐτῷ, εἰς τὸ πᾶν τοῦ οὐρανοῦ κύτος ἐνέθηκεν, οἷον ὑπηρέτας ἐκείνοις δοὺς πρώτης τε καὶ δευτέρας καὶ τρίτης τάξεως, ὅπως ἅμα ταῖς τε οὐρανοῦ τομαῖς
15καὶ ταῖς αὐτῶν κατὰ κορυφὴν ἐποχαῖς καὶ ἑλίξεσιν ἥ τε γῆ ποικίλην ἴσχοι διαφορὰν καὶ οἱ ἄνθρωποι ὁμοίως ἐλλάμποιντο. οὐδὲν οὖν θαυμαστόν, εἰ 〈οἱ〉 πλέον τῶν ἄλλων ταῖς οἰκήσεσιν αὐτοῖς συνεγγίζοντες καὶ πλέον τῶν ἄλλων τὴν παρ’ αὐτῶν ἔλλαμψιν δέχονται.
20 〈ζʹ〉 Ἐπεὶ δὲ καὶ ἔτι πλέον ποικῖλαι τὸ ἔργον διανενόητο, τοῦτο δὲ ἁπλῶς οὐκέτι οἷόν τε ἦν (αἱ γὰρ ποιότητες ἐν σώμασι θεωροῦνται), ὄργανα τούτων δεκτικὰ τέσσαρά τινα ἀπειργάσατο, ἃ δὴ στοιχεῖα συνήθως ἐπονομάζομεν, καὶ ταῦτα σφαιρικῶς δημιουρ‐
25γήσας κατὰ τὴν ἠργμένην ἄνωθεν τάξιν ἑξῆς καὶ καθ’ εἱρμὸν ἔθετο, οὐκέτι μὲν πρώτην τῷ ψυχρῷ χώραν διδοὺς καὶ τῷ θερμῷ μέσην (μηδεμιᾶς γὰρ ὁρωμένης ἐν τῇ τετράδι μεσότητος πῶς ἂν κἀν τούτοις μέσον
οἷόν τ’ ἦν ἱδρύσασθαι;), τῷ δὲ θερμῷ τὴν ἄνω καὶ8

9

πρώτην καὶ τῷ ὑγρῷ τὴν ἐφεξῆς ταύτῃ καὶ τῷ ψυχρῷ τὴν μετ’ ἐκείνην καὶ τὴν μετ’ αὐτὴν τῷ ξηρῷ. ταῦτα δ’ ἐστὶ πῦρ τε καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ· ὧν τὸ μὲν λίαν δραστικόν, ὀξύ τε καὶ κοῦφον ὂν καὶ λεπτομερές·
5τὸ δεύτερον δ’ οὐκ ὀλίγῳ ἔλαττον, ἀμβλύ τε καὶ κοῦφον ὂν καὶ λεπτομερές· 〈τὸ δὲ τρίτον ἔτι μᾶλλον ὑφεῖται ἀμβλύ τε ὂν καὶ βαρὺ καὶ λεπτομερές·〉 τὸ δὲ τέταρτον εἰς τὴν ἐναντίαν τάξιν σχεδὸν περιΐσταται, ἀμβλύτητα, βαρύτητα καὶ παχυμέρειαν ἐφελκόμενον. διά τοι τοῦτο
10καὶ τὰ μὲν δύο πρῶτα γόνιμά εἰσι, τὰ δ’ ἕτερα φθαρ‐ τικά· θάτερον δ’ αὖ ἑκατέρας συζυγίας ποιητικὸν καὶ παθητικόν, πλὴν τὰ μέγιστα πρὸς τὴν τῶν φυτῶν καὶ καρπῶν καὶ ζῴων συντελοῦντα σύστασιν. διὰ γοῦν τούτων κεραννυμένων καὶ μιγνυμένων ἀλλήλοις ἡ ποι‐
15κίλη καὶ παντοδαπὴ τῶν ἐπὶ γῆς φύσις ἀποτελεῖται, καὶ δι’ αὐτῶν καὶ ἐξ αὐτῶν φυτῶν καὶ καρπῶν παντοῖα καὶ διάφορα εἴδη ζῴων τε πτηνῶν καὶ χερσαίων καὶ ἐνύδρων προῆκται γένη κατάλληλον ταῖς διατριβαῖς καὶ τὴν σύστασιν εἰληχότων, ἃ πανταχοῦ γῆς ἐνεσπαρμένα
20τὸ ποικίλον τῆς 〈τοῦ〉 δημιουργοῦ τέχνης θαυμάζειν παρασκευάζει. τούτων δ’ ἡγεμὼν ὁ ἄνθρωπος πέπλα‐ σται, ὕλην μὲν τῆς συστάσεως τὴν αὐτὴν αὐτοῖς ἐσχη‐ κώς, ἔχων δέ τι νοερᾶς οὐσίας ἐν αὑτῷ πλέον, καθ’ ἣν γῆν τε περιπολεῖ καὶ οὐρανοῦ ἐμβατεύει καὶ θαλάτ‐
25της ὑγρὰ τέμνει κέλευθα καὶ τούτων τὰ μεγέθη μετρεῖ, ἔτι τε 〈τὰσ〉 τῶν ἀστέρων κατὰ μῆκος καὶ πλάτος πορείας ἐπίσταται καὶ τὰς περιόδους αὐτῶν ἀριθμεῖ καὶ ὅ, τι περ ἂν ἀποτελεῖν δύναιντο.
〈ζʹ〉 Ἐπειδὴ γάρ, ὡς εἴρηται, τὸ σωματικὸν ἀμφίον9

10

περικείμενος οὐκ ἐναργῶς ἀτενίζειν πρός τε τὰ γινόμενα καὶ ἐσόμενα δύναται, ἀλλὰ τὴν ἔνυλον συνεισφέρει ζωὴν τὴν καὶ τῶν ἀλόγων δεομένην γνώσεων, τὸ ἐλ‐ λεῖπον ἐντεῦθεν ἀπὸ τῆς τῶν ἀστέρων φύσεως ἀνε‐
5πλήρωσε· πρῶτον μὲν ἐνιαυτῶν μέτρα καὶ μηνῶν καὶ ἡμερῶν καὶ ὡρῶν ταῖς περιόδοις αὐτῶν ὁρισάμενος, ἔπειτα αὐχμούς τε καὶ ὄμβρους καὶ λοιμοὺς καὶ νόσους καὶ θανάτους ἐσθ’ ὅτε σαφῶς προορώμενος· ἐφ’ ᾧ δὴ καὶ ἡ τῶν ἀπλανῶν σφαῖρα πρὸς δυσμὰς ἀπ’ ἀνατολῶν
10φέρεται, οἱ δ’ ἀστέρες ὑπ’ αὐτῆς ἐναντίως, διὰ μὲν τῆς σφετέρας κινήσεως τὰς ἡμέρας καὶ νύκτας ἡμῖν ὁριζομένη, διὰ δὲ τῆς τῶν πλανήτων ὑπ’ αὐτῆς τοὺς μῆνας καὶ ἐνιαυτούς, ἔτι δὲ καὶ τὰς τέσσαρας ὥρας, καθ’ ἃς ἑκάστη τῶν εἰρημένων ποιοτήτων τὸ ἑαυτῆς
15δείκνυσι. τούτων δὲ τῶν διττῶν καὶ ἐναντίων κινή‐ σεων οὐδὲν ἦν ἁτέρα τῆς ἑτέρας ἀπούσης· οὔτε γὰρ μὴ ἡμερῶν οὐσῶν οἷόν τ’ ἦν μῆνα μετρεῖν οὔτε μὴ μηνὸς τὸν ἐνιαυτόν· καὶ διὰ τοῦτο διπλαῖ τε καὶ ἐναντίαι ἐγενέσθην ἀλλήλαις. ταῖς γοῦν τοιαύταις
20αὐτῶν περιόδοις ἐνιαυτοί τε, ὡς εἴρηται, καὶ ἡμέραι γίνονται καὶ τὰ καθ’ ἡμᾶς ἀνεπαισθήτως συμπεριά‐ γονται. οὐ ταῦτα δὴ λέγω μόνον τὰ περιοδικῶς πάθη συμπίπτοντα, ἀλλὰ καὶ πᾶν ὁτιοῦν ὁπωσοῦν συμβαῖνον ἐκεῖθεν τὴν ἀρχὴν ἔσχηκεν, οὐ Μοίρας τινὸς συγκλω‐
25θούσης ἀφύκτῳ λίνῳ οὐδὲ εἱμαρμένης τὴν ἀρχὴν ἀλόγως διανεμούσης, ὡς ἄν τινες εἴποιεν, ἢ κατὰ τὴν ἄμαχον τῶν γενεθλιαλόγων ἀνάγκην, ὡς μήτε τοῖς καλοῖς ἆθλα
προκεῖσθαι μήτ’ αὖ τοῖς πονηροῖς δίκην ἕπεσθαι· ἀλλ’10

11

ἡ μὲν ψυχὴ καθάπαξ καὶ ἐφ’ ὁποίῳ δήποτε σώματι ἄνωθεν τὴν ἀπορροὴν ἔχουσα καὶ τὴν φύσιν ἀγαθὴ οὖσα, εἰ μὴ πρὸς τὸ οἰκεῖον ἐπανατείνεται, εἰκότως ἀποτίσει τὴν δίκην· τὸ δὲ σῶμα τῆς ὑλικῆς προσπα‐
5θείας μέτοχον ὂν πάθη τε παντοδαπὰ καὶ κράσεις διαφόρους ὑφίσταται εὖ τε καὶ τοὐναντίον ἐχούσας. καὶ ταύτας δή φαμεν εἰς τὴν τῶν ἀστέρων ἀνήκειν ἐνέργειαν, οὐκ αὐτὴν τὴν οὐσίαν καὶ δύναμιν τῆς ψυχῆς, ὅτι μὴ διὰ θερμοῦ ἢ ὑγροῦ ἢ τῶν ἑτέρων τινὸς
10ποιοτήτων ὥσπερ ἐκεῖνοι σύγκειται· ἀλλὰ μὴν αὐθαί‐ ρετον τὴν πρὸς τὰ κρείττω καὶ τἀναντία κεκτημένην ῥοπὴν οὐδεμία τις ἀστέρων συμπλοκὴ καὶ περίοδος ἄκουσαν ἂν ἀγάγοι πρὸς τοῦθ’ ὅπερ ἂν οὐχ αἱροῖτο, ὅτι μηδ’ αὐτὴν ἄγειν γέγονεν, ἀλλὰ πλὴν αὐτῆς τἆλλα.
15 〈ηʹ〉 Εἰ δὲ φήσει τις, ὡς ἡ σελήνη βλάβην ἐπιφέρει, ἐν οἷς ἂν ἐκλείπουσα τύχῃ, ὥς τινες κακῶς ὑπειληφότες παρέδωκαν, ἀκούσεται, ὡς οὐ ποιεῖν ἔχει μᾶλλον ἢ σημαίνει γενέσθαι· ὅπερ γὰρ ἐν ἐκείνοις χρόνῳ συμ‐ βαίη τῆς κακίας τὴν ψυχὴν κατασχούσης, τοῦτ’ ἐκείνη
20πρὸ πολλοῦ προσημαίνει καὶ δείκνυσι σαφῶς ὡς ἐσό‐ μενον· καὶ συμβαίνειν ἔχει, οὐχ ὅτι δείκνυται παρ’ ἐκείνης, ἀλλ’ ὅτι συμβαίνειν ἔχει, δι’ αὐτὸ δείκνυται. καὶ μὴν ὁ ἐπὶ τῆς τοῦ θεοῦ λόγου γενέσεως ἀστὴρ τοῖς μάγοις ἡγούμενος (καὶ μὴ μεμφέσθω τις τοιούτοις
25παραδείγμασι χρωμένους, ἀλλ’ εἴ τις συνετός, φιλοκρι‐ νείτω τοῖς λεγομένοις, βέβηλοι δὲ θύρας ἐπίθεσθε), ἐκεῖνος τοίνυν, οὐχ ὅτι γε ἐφάνη καὶ τοὺς μάγους
συνεφειλκύσατο, τὴν γένεσιν ἀπετέλεσεν, ἀλλὰ τοὐναν‐11

12

τίον τελουμένην ἐσήμανεν, οἱονεί τις κῆρυξ καὶ προ‐ αγγελεὺς τοῦ τοσοῦδε καλοῦ γεγονώς. 〈θʹ〉 Οὐ μὴν ἀλλ’, ὅπερ ἐξ ἀρχῆς ὑπεθέμην, ὡς ἡ τῶν μελλόντων γνῶσις ἐκ τῆς περὶ τοὺς ἀστέρας ἐπι‐
5στήμης μόνης ἢ πρώτης ἡμῖν περιγίνεται καὶ οἰκεία τις αὕτη καὶ σύμφυτος τὴν ἀρχὴν τοῖς ἀνθρώποις ἀπονενέμηται, τοῦτ’ ἐνταῦθα καὶ μάλ’ ἐναργῶς κατα‐ φαίνεται. τῇ γὰρ γενέσει ταύτῃ ῥᾴδιον μὲν ἦν καὶ τὸν οὐρανὸν ἄνωθεν ὡς εἰπεῖν συγκαταβῆναι καὶ τὴν
10γῆν ἀνομολογῆσαι ἔκ τινος οὐρανομήκους καὶ θεσπε‐ σίας φωνῆς ἢ παμπληθεῖς ἀγγέλων ὁμίλους κατὰ συ‐ στάσεις φανέντας ἀνακηρῦξαι πρὸς τὰ τῆς γῆς πέρατα. οὐδὲν δὲ τοιοῦτον τερατῶδες ἐκαινοτομήθη τῇ φύσει, ἀλλὰ τῇ συνήθει κἀνταῦθα πρὸς τὸ μέλλον γνώσει ὁ
15τῶν θαυμασίων θεὸς τὸ θαῦμα τοῖς ἀνθρώποις ἐγνώ‐ ρισεν, ἀστέρα τινὰ ξένον οἶμαι τοῦ συνήθους ἐπιστήσας τῇ Βηθλεέμ, ὅπως δι’ αὐτοῦ γνῶσιν οἱ τῆς ἐπιστήμης ταύτης πάλαι ἐθάδες τὸ γεγονός, κἂν καὶ ῥᾳθυμίᾳ γνώμης ταύτης καθάπαξ ἀποπεπτώκεσαν. οἷς δ’ οὖν
20ἐσώζετό τι λείψανον, συνεῖδόν τε εὐθύς, ὡς μέγα τι καὶ ὑπὲρ φύσιν δηλοῖ, καὶ ἦλθον καὶ τὸ σέβας ἀπένε‐ μον ὡς εἰκός. ἡ γοῦν ἐπιστήμη, δι’ ἧς θεὸς ἐνανθρω‐ πήσας ἐγνώσθη, ποία τις ἂν παρ’ εὖ φρονοῦσι δικα‐ σταῖς νομισθείη; ἢ πῶς ἂν δόξειεν εἶναι φαῦλον, ἣν
25ἐκεῖνος ἀσκεῖν ὑπέδειξεν; κἀν τῷ σωτηρίῳ δὲ πάθει σκοπητέον, ὅπως οὐ διά τινος πάλιν καινοτομίας τὸ γινόμενον δεινὸν ἀπεσήμανεν, ἀλλὰ διὰ τῆς τοῦ ἡλίου ἐκλείψεως. κἀνταῦθα γὰρ οἷόν τ’ ἦν γῆν μὲν ῥῆξαι
καθάπαξ καὶ οὐρανὸν φωνὴν ἐκ προστάξεως ἀφιέναι12

13

καὶ βροντὰς καὶ λαίλαπας καὶ κλόνον ἐπικρατῆσαι παν‐ ταχῇ γῆς. τὸ δ’ οὐ τοιοῦτον ἐγένετο· τὸ δὲ σύνηθες πρὸς τὰ καινότερα τῶν συμβαινόντων σημεῖον, καὶ οὗπερ γινομένου δεινά τινα συμβαίνειν δοκεῖν ἐδι‐
5δάχθημεν, μάρτυρα τῆς τοσαύτης φιλανθρωπίας καὶ τοῦ πάθους ἡμῖν παρέλαβεν· πλήν γε ὅτι οὐκ ἀνθρώ‐ πινον ἐδήλωσε πάθος, οἷα δὴ συμβαίνειν εἰώθασιν, ἔδειξεν αὖ τὸ μὴ ἐν συνόδῳ καθάπερ εἰκός, ἀλλ’ ἐν πανσελήνῳ γενέσθαι.
10 Ἀλλ’ ἀναφύονταί τινες πάλιν ἐνταῦθα καὶ συγχω‐ ροῦσι μὲν ἐκ τούτων ἔχειν ἐξευρίσκειν τὸ μέλλον, μηδὲν δὲ ὄφελος αὐτοῦ συνορᾶν, εἴπερ πᾶσα ἀνάγκη ταῦθ’ οὕτως ἀποβαίνειν, ὡς ἐτάχθησαν τὴν ἀρχήν· ἐπεὶ καὶ τὸν Χριστὸν ἀπέκειτο μὲν ἐξ ἀρχῆς παθεῖν, οὐδὲν δὲ
15τοιοῦτον σημεῖον οἷόν τ’ ἦν ἐμποδὼν γενέσθαι καὶ κατασχεῖν, εἴπερ οἱ προφῆται τοῦτο σαφῶς προκατήγ‐ γειλαν. ἀλλ’ ἐγὼ φαίην ἄν, ὡς οἷόν τ’ ἦν καὶ τὸ πάθος μὴ γεγονέναι καὶ τοὺς προφήτας οὐδὲν ἧττον εἶναι προφήτας, εἰ σωφρονεῖν ὅλως ἡ τῶν Ἰουδαίων
20πληθὺς ἠβούλετο, ὅπου γε κἀκεῖνοι δι’ αὐτὸ τοῦτο σχεδὸν προειρήκασιν, ὅπως τοῦ τοιαῦτα τολμῆσαι δεινὰ οἱ Ἰουδαῖοι ἀπόσχωνται. εἰ δ’ ἀπείχοντο, οὐδ’ οὕτως ἦν εἰκὸς ἐκείνους ψευσθῆναι. τὸ γὰρ εἰς αὐτοὺς ἧκον ἀναμφισβητήτως ταῦτα τελέσειν ἔμελλον, ὑπὸ δὲ τῆς
25ἐκείνων φωνῆς τῆς γνώμης ἐξεκρούοντ’ ἂν ἄκοντες. ἀνεκτότερον δὲ οἶμαι τοῦ γε ἑκόντα κακὸν εἶναι τὸ καὶ ἄκοντα σωφρονῆσαι. ἀλλ’ οἶμαι συνιδόντες ὁ τῶν προφητῶν θεῖος ἑσμός, ὡς οὐδ’ ὑφ’ οὑτινοσοῦν ποτε
σημείου πείσονται τὸ μὴ οὐ ποιῆσαι κακῶς, οὕτως ἤδη13

14

βεβαίως καὶ ἀσφαλῶς προεῖπον αὐτά. ἀλλ’ εἰς τοῦτο μὲν ἡμᾶς ὁ λόγος οὐκ οἶδ’ ὅπως παρήνεγκεν. 〈λʹ〉 Ὥσπερ δ’ ἐπὶ μουσικῆς ἁρμονίας ἑκάστη τῶν χορδῶν οἰκεῖον φθόγγον ἀποτελεῖ, ὃς καθ’ αὑτὸν μὲν
5οὐκ ἂν ἐργάσαιτο, ὁμοῦ δὲ τοῖς τῶν ἄλλων γινόμενος εἰς μέλος καθίσταται, οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν ἀστέρων ταυτησὶ χορείας χρὴ νοεῖν. ἡ γὰρ τούτων ἄπαυστος πορεία, ὥσπερ τι σύμφωνον μέλος πλέκουσα, ἁρμόζει τὰ περὶ γῆν· τὰ καθόλου μὲ καὶ κυριώτερα ἐντελῶς,
10τὰ δὲ μερικώτερα, καθ’ ὅσον οἷά τ’ εἰσὶ τὴν ἔμφασιν δέχεσθαι. εἰ δέ τις τοιούτου μέλους ᾀδομένου οὐχ οἷός τ’ ἐπαΐειν ἢ ὅλως αἰσθάνεσθαι, ἢ παρὰ τὴν σφε‐ τέραν ἀσθένειαν ἢ γνώμης σκαιότητα, οὐ τοῦ μέλους τοῦτ’ ἂν εἴη κακία. τῶν γοῦν ἀστέρων τῇ σφῶν πορείᾳ
15τὸ παναρμόνιον τοῦτ’ ἐνδιδόντων μέλος ἡ φύσις ὥσπερ χορηγὸς παρ’ ἐκείνων παραλαβοῦσα τοῖς περὶ γῆν ὥσπερ ἀντᾴδουσα ἐπεκτείνει, οὐ τοιοῦτον μὲν οἷον παρέλαβε τὴν ἀρχήν, σῶζον δέ τι τὴν τοῦ μέλους ἰδέαν· ὡς ἐν‐ τεῦθεν σειράν τινα καλλίστην ἐμφαίνεσθαι καὶ τὰ ἐπὶ
20γῆς ἠρτῆσθαι μὲν πρῶτον τῆς φύσεως, αὐτὴν δὲ τῶν ἀστέρων, τούτους δὲ τοῦ δημιουργικοῦ νοῦ καὶ πρώτου. αὖθις δὲ τῶν ἐπὶ γῆς τὰ μὲν ἐπὶ πλέον γῆς, τὰ δ’ ὕδατος, τὰ δ’ ἀέρος, τὰ δὲ πυρὸς μετεσχήκασι κατὰ τὴν ἀπονενεμημένην ἑκάστῳ τῆς οἰκήσεως χώραν, καθ’
25ἣν καὶ σύγκειται· ὡς ἐντεῦθεν ἑτέραν τινὰ σειρὰν πλέκεσθαι, καλὴν μὲν καὶ ταύτην, πολλῷ δὲ τῆς προ‐ τέρας ἀξιώματι λειπομένην. 〈ιαʹ〉 Καὶ τὰ μὲν ἐπὶ πλέον γῆς μετειληφότα βραχύβια γέγονε, τὰ αὐτὰ δὲ καὶ πολύγονα, ὡς εἶναι
30τῆς μὲν βραχυβιότητος αἰτίαν τὴν ἔνδειαν τοῦ θερμοῦ,
τῆς δὲ πολυγονίας τὴν βραχυβιότητα· ταῦτα δ’ ἂν εἴη,14

15

ὅσα ἧττον ἔναιμα καὶ τὰ σώματα σμικρά. καὶ τῶν φυτῶν δέ, ὅσα μὲν ἐπὶ πλέον θερμοῦ κεκοινωνήκασι, ταῦτα καὶ πολυχρονιώτερα καὶ στεγανώτερα κατίδοι τις ἄν· ὅσα δὲ ἧττον, ὀλιγοχρόνια καὶ ἧττον σκληρά. τὰ
5δὲ πλέον ὕδατος ἔχοντα βραχύβια μὲν καὶ ταῦτ’ ἂν εἴη κατὰ λόγον τῆς τοῦ θερμοῦ μετουσίας καὶ μαλακὰ κατὰ τὴν ἐξ ἀρχῆς τῆς σφῶν φύσεως σύστασιν, πολυ‐ γονώτερα μέντοι τῶν ἐπὶ γῆς διὰ τὸ πλέον ἔχειν τροφῆς τὸ ὕδωρ παρὰ τὴν γῆν· καὶ τῶν φυτῶν δὲ
10ὅσα πλέον ὕδατος μετειλήφασι, τοσοῦτον βραχύβια, ὡς μηδ’ εἰς ἐνιαυτὸν σχεδὸν διαρκεῖν. τὰ δὲ κοινὰ ἀέρος καὶ γῆς, ὁποία ἡ τῶν πτηνῶν φύσις, μᾶλλον δὲ πλέον ἀέρος ἢ γῆς μετέχοντα, κατὰ μέθεξιν πλείονος θερμοῦ πολυχρονιώτερα, καὶ τούτων πλέον τὰ μέγεθος ἔχοντα·
15τῶν δ’ αὖ χερσαίων κοινῶν ὄντων καὶ τούτων γῆς καὶ ἀέρος, μᾶλλον δὲ τὸ πλέον ἐχόντων γῆς, ὅσα μὲν ἐναιμότερα καὶ πλείονος θερμοῦ μετεσχήκασι, διὰ τοῦτο καὶ πολυχρόνια καὶ τούτων πλέον τὰ μέγεθος ἔχοντα· ὅσα δὲ ἥττονος, καὶ βραχύβια.
20 〈ιβʹ〉 Δέδεικται μὲν οὖν ἐντεῦθεν σαφῶς πλείστην δύναμιν ἔχον τὸ θερμὸν εἰς τὴν τῶν ἐπὶ γῆς σύστασιν, ᾗ δὴ καὶ ζωὴ παρὰ πάντων ἡ τούτου παρουσία εὐστόχως κέκληται. καὶ ὅπερ ἄν τις κατὰ λόγον εἰκάσειε, μέχρι μὲν ἂν ὕλην καὶ τροφὴν ἔχῃ τὴν διαρκοῦσαν τῷ σώ‐
25ματι, ἐρρωμένως αὔξεται, ὃ δὴ φύσις αὐτῷ, καὶ νεότητα τοῦ χρόνου τοῦτο καλοῦσιν ἄνθρωποι. ἐπειδὰν δὲ ἐκείνη ἐνδῷ, καὶ τοῦτο αὐαίνεται, καὶ γῆρας τοῦτο τοῦ
χρόνου καλῶς ὠνόμασται, ῥεῦσις οἷον πρὸς γῆν, ὥσπερ15

16

ἡ γένεσις τὴν ἀρχήν. ἡ δὲ παντελὴς αὐτοῦ ἔκλειψις καὶ θάνατος γίνεται οὐκέτι μὲν νεῦσις εἰς γῆν ἀλλ’ ἄνοδος, ὃ δὴ σημαίνει καὶ τοὔνομα. ὅτι μὲν οὖν τὴν ἀρχὴν ἐν ζῴοις ὕλη καὶ τροφὴ τοῦ θερμοῦ ἡ κατα‐
5βληθεῖσα πρῶτον ἐν αὐτοῖς ὑγρὰ σύστασις, αὕτη δ’ ἐπειδὰν μὲν ἱκανὴ ᾖ ἐκείνῳ τροφή, καὶ τὸ ζῷον ἔρρωται· ἐπειδὰν δὲ ἐκλίπῃ, καὶ τὸ τρεφόμενον συνεκλείπει, καὶ τοῦτ’ ἔστιν ἐν τοῖς ζῴοις θάνατος, φθορὰ τοῦ ὑγροῦ καὶ διὰ τοῦτο καὶ ἔκλειψις τοῦ θερμοῦ, ᾗ δὴ καὶ τοὺς
10νεκροὺς καλοῦμεν ἀλίβαντας, —ὡς μὲν οὖν ἐκ τούτων σαφέστατα δείκνυται, ταῦτ’ εἶναι ἄμφω ποιητικά τε καὶ γόνιμα, ὃ δὴ μικρῷ πρόσθεν ἐλέγομεν, ταῦτα δὲ ἀνήκειν εἰς τὴν τῶν ἀστέρων οὐσίαν, καὶ τούτων πλέον εἴς τε τὸν ἥλιον καὶ τὴν σελήνην αὐτήν, ἀρκεῖν μοι τὰ
15εἰρημένα δοκεῖ. 〈ιγʹ〉 Ὅτι δὲ τὸ ἐν τούτῳ θερμὸν ψυχὴ μὲν οὐκ ἂν εἴη, ἔχει δέ τι ἀνάλογον τῇ ψυχῇ 〈καὶ〉 διὰ τοῦτο καὶ τῶν ἄλλων ἐστὶ κυριώτερον, καὶ τοῦτο πολλαῖς ἀποδείξεσι ταῖς μὲν ἤδη δέδεικται, ταῖς δὲ αὖ δειχθή‐
20σεται, οὐχ ἧττον δὲ καὶ ἀπὸ τούτου κατίδοι τις ἄν. ὥσπερ γὰρ ἐκεῖνο ἀπὸ σμικροῦ σπινθῆρος εἰς πυρκαϊὰν αἴρεται, οὕτω καὶ τὸ ἐν ζῴοις θερμὸν ἀπὸ σμικροῦ πρῶτον τοῦ καταβληθέντος ἐν σώματι εἰς τελείαν ζωὴν ἐπιδίδωσιν. ἀμέλει καὶ τὸ ζῷον, κἂν νόσοις κακωθῇ
25κἂν πληγαῖς αἰκισθῇ, μένῃ δέ τι λείψανον θέρμης ἐν αὐτῷ, συντόμως τε ἀναλαμβάνει καὶ πρὸς τελείαν ἕξιν καθίσταται· ὃ δὴ καὶ ἐπὶ πυρὸς συμβαῖνόν ἐστι, τῆς μὲν ὕλης ἐπιλειπούσης, σπινθῆρος δέ τινος ἐπιμείναντος.
καὶ μὴν ἐκ τῶν στοιχείων, ὧν συνέστημεν, ἀνάλογον16

17

ἡ φύσις τροφὴν ἡμῖν ἐχορήγησε, καὶ ἄνευ ταύτης περιεῖναι οὐχ οἷόν τε. ἀλλὰ τὰ μὲν κυριώτερα καὶ ἔμφυτα σχεδὸν ἡμῖν εἴργασται, τὰ δ’ ἧττον ἀναγκαῖα ἐπείσακτα. πρῶτον τοίνυν τὴν τοῦ θερμοῦ χρείαν
5τοσοῦτον ἡμῖν ᾠκείωσεν, ὥστε καὶ εἰς τὸ μέσον ἐνθεῖσα οὐκ εἴασε καθάπαξ ἀφίστασθαι, τὴν δὲ τοῦ ἀέρος ἀφίστησι μέν, ἐπ’ ἔλαττον δέ, καὶ τὴν τοῦ ὕδατος ἐπὶ πλέον, καὶ 〈τὴν〉 τῆς ξηρᾶς τροφῆς ἐπὶ πλεῖστον· ὡς συμβαίνειν θερμοῦ μὲν ἄνευ τὸ ζῷον οὐκ ἂν ζῆν
10δύνασθαι, πρὸς ὀλίγον δ’ ἂν ζῴη ἐπιλείποντος τοῦ πνεύματος, ἐπὶ πλέον μέντ’ ἂν περιγένοιτο ἀπορῆσαν ὕδατος καὶ ἔτι πλέον σπάνει ξηρᾶς τροφῆς συσχεθέν. ἀλλὰ ταῦτα μὲν καὶ πέρα ἴσως τοῦ δέοντος εἰρημένα τῇδέ πῃ ἐχέτω τέλος, ἐπανιτέον δὲ ὅθεν ἀπετραπόμεθα.
15 Ὡς μὲν οὖν ἕκαστος τῶν ἀστέρων οὐσίωται καὶ καθ’ ἣν ποιότητα, καὶ οἵαν τάξιν αἱ σφαῖραι τούτων εἰλήχασιν, ὑπεθέμεθα. ἐπεὶ δὲ ἡμῖν οὐ περὶ παντὸς ζῴου πρόκειται θεωρεῖν, ὅτι καὶ δευτέρου λόγου ταῦτα τῇ φύσει γέγονε, τὰ κατ’ ἀνθρώπους μόνον ἀποτεμό‐
20μενοι λέγωμεν. ὥσπερ τοίνυν ὁ ἥλιος καὶ τὸ ἐν αὐτῷ θερμὸν τὴν μέσην χώραν ἐν ἅπασιν ἔσχηκεν, οὕτω δὴ καὶ τὸ ἐν ζῴοις θερμὸν τὴν μέσην αὐτῶν χώραν ὡς προσφυῆ καὶ οἰκείαν ἐπέλαβε καὶ τὴν καρδίαν ἔσχε δοχεῖον, σφαιρικὴν καὶ ταύτην οὖσαν παρὰ μικρόν.
25ὅθεν οἱ τὴν δευτέραν περίοδον τῷ ἡλίῳ διδόντες πολὺ τοῦ δέοντος ἀπετρέποντο, εἰ μὴ καὶ τὴν καρδίαν παν‐ ταχοῦ μὴ τὴν μέσην χώραν φήσαιεν ἔχειν. ψυχρὰ δὲ τὰ ἄκρα παντός εἰσι ζῴου κατά τε τὴν ἀπόστασιν τοῦ
θερμοῦ καὶ τὴν τάξιν καὶ θέσιν τῶν τῶν ἀστέρων17

18

σφαιρῶν. σαφῶς δ’ ἐντεῦθεν ὑπείληπται τὸν μὲν τοῦ Κρόνου ἀστέρα ἐπέχειν ἐγκέφαλόν τε καὶ ὅσα περὶ τοῦτον ψυχρά· τὰ δὲ κατὰ τὰς αἰσθήσεις καὶ τὸν θώρακα εἰς τὸν τοῦ Διὸς ἀνακεῖσθαι· χολὴν δὲ διττὴν
5καὶ περιττώματος διττοὺς ὀχετοὺς εἰς τὸν τοῦ Ἄρεως· τὴν δὲ καρδίαν ἐπέχειν τὸν τοῦ Ἡλίου, ἥτις ἐστὶ πηγὴ καὶ ῥίζα τοῦ αἵματος· τὰ δὲ κατὰ τὴν γαστέρα καὶ νεφρούς, ἔτι δὲ μορίων καὶ σκελῶν θέσιν [εἰς] τὸν τῆς Ἀφροδίτης· ἧπάρ τε καὶ σπλάγχνα τὸν τοῦ Ἑρμοῦ·
10τὰ δὲ κατὰ τοὺς πόδας τὸν τῆς Σελήνης, ὡς ὄντας ἧττον ἐναίμους καὶ δι’ αὐτὸ ψυχροτέρους. Ὁρᾶται μὲν οὖν κἀνταῦθα καλλίστη τις ἁρμονία καὶ συμφυής, ὥσπερ καὶ ἐπὶ τῶν σφαιρῶν ὡς εἴρηται τῶν ἀστέρων, σώζεται δὲ ὁ λόγος 〈ὁ〉 μικρὸν εἶναι
15φάσκων ἐπὶ γῆς κόσμον τὸν ἄνθρωπον. ἀλλ’ ἐπείπερ ἕκαστον μέρος τούτου ἑκάστῳ τῶν ἀστέρων ἀπονενέ‐ μηται, εἰκότως καὶ ὅσα περὶ ταῦτα συμβαίνει συμπτώ‐ ματα, εἰς ἐκείνους ἀνήκειν τὴν ἀρχὴν τούτων νενόμι‐ σται· ὅσα μὲν περὶ ἔρωτας καὶ μίξεις καὶ γαστρὸς
20ἡδονὰς καὶ τοιαύτας ὀρέξεις, εἰς τὸν τῆς Ἀφροδίτης· ὅσα δὲ εἰς ἀμείνους ἐπιθυμίας, λέγω δὴ λόγων ἄσκησιν καὶ ζῆλον ἀρετῆς καὶ ἦθος κόσμιον, εἰς τὸν τοῦ Ἑρμοῦ. διὰ τοῦτο καὶ εἰς πρόγνωσιν ἡμῖν συντελεῖ. ἡ γὰρ τοῦ ἥπατος φύσις λειοτάτη οὖσα καὶ καθαρωτάτου
25αἵματος συγκειμένη ὥσπερ ἐν ἐσόπτρῳ τῷ τούτου σώ‐ ματι ἔσθ’ ὅτ’ ἐμφαίνει τὰ μέλλοντα, καθ’ ὅσον καθαρό‐ τητος αὐτῇ μέτεστιν, ὡς μὲν μέρος οὖσα τοῖς καθόλου
συνηνωμένη, ὡς δὲ ἀπὸ τοῦ παντὸς ἐμφάσεις δεχομένη,18

19

τὰ μέλλοντα προσημαίνουσα· καὶ τοῦτο δ’ ἄλλως οὐχ οἷόν τε μὴ σχολαζουσῶν πασῶν τῶν αἰσθήσεων καὶ τοῦ νοῦ πρὸς ἑαυτὸν συστραφέντος, ὅτε δὴ καὶ μόνος αὐτὸς ἑαυτὸν θεωρεῖν δεδύνηται. ἀλλ’ ἐπιστρεπτέον,
5ὅθεν ἐξήχθημεν. καὶ ὅσα τοίνυν πρὸς τὴν τοῦ ζῆν ὅλως σύστασιν τείνει καὶ ἐρρῶσθαι καὶ αὔξεσθαι, εἰς τὸν ἥλιον ἀνήκειν πεπίστευται· ὅσα δὲ περὶ θυμὸν καὶ θράσος καὶ ἀλόγους ὁρμάς, εἰς τὸν τοῦ Ἄρεως· ὅσα δὲ κατὰ τὰς αἰσθήσεις καὶ θώρακα, εἰς τὸν τοῦ
10Διός. καὶ γάρ τοι τούτων ἡ μὲν πρώτη καὶ κυριωτάτη, ἐξ ὑγροῦ τὴν σύστασιν ἔχουσα, εἰς αὐτὸν ἀνατέθειται· ὅσα τε ὄψιν τέρποντα καὶ ἀκοὴν γοητεύοντα καὶ ὄσφρησιν καὶ γεῦσιν ἡδύνοντα, καὶ τούτων τὸ κράτος εἴληχε. τὰ δὲ κατὰ τὸν ἐγκέφαλον εἴληχε μὲν ὡς
15εἴρηται ὁ τοῦ Κρόνου, οἷον φαντασίαν, μνήμην, ἔτι δὲ καὶ τὴν ἐναντίαν αὐτῇ λήθην καὶ γονὴν σπέρματος. ἡ γὰρ φύσις ἕλκουσα ἀπὸ παντὸς τοῦ σώματος τὸ καθαρώτατον καὶ λευκότατον πεπαίνει τε καὶ εἰς τὸν κατὰ τὸν ἐγκέφαλον τόπον ἐναποτίθεται. οὐδὲ γὰρ
20ἕτερον εἰκὸς εἶναι βελτίω τόπον τὸ καθαρώτατον δέξασθαι. οὐ μόνον δέ, ἀλλὰ καὶ αἱ αἰσθήσεις τὰς ἐμφάσεις τῶν ὁρωμένων τε καὶ νοουμένων δεχόμεναι εἰς τὸν τοιοῦτον τόπον ἀνάγουσι. διὰ τοῦτο καὶ τοῖς φάσκουσιν ἀπὸ τοῦ ἐγκεφάλου κατιέναι τὸ σπέρμα ὁ
25λόγος ἔρρωται. εἴληχε δὲ καὶ γῆρας διὰ τὸ τῆς ψυχρό‐ τητος αἴτιον καὶ διὰ τοῦτο ἀργίαν καὶ δυσπραξίαν καὶ ὅσα ἐπὶ τὴν ὁμοίαν τείνει διάθεσιν, κυριεύει δὲ καὶ νεύρων καὶ ἰχώρων καὶ φλέγματος. ἐπικοινωνεῖ δὲ αὐτῷ καὶ ἡ σελήνη διά τε τὴν τῶν ἄκρων ὁμοιότητα
30καὶ τὸ τὴν αὐτὴν κρᾶσιν ἔχειν ἐν τῷ ψυχρῷ, ἐφ’ ᾧ δὴ19

20

καὶ καρηβαρίας καὶ ἐπιληψίας κινεῖ. ἐπεὶ δὲ κατωτέρω φέρεται τῶν τῶν ἀστέρων σφαιρῶν, δέχεται μὲν τὴν ἐξ ἐκείνων ἀπορροήν, δέχεται δὲ καὶ ἀπὸ τῶν περὶ τὴν γῆν ἀναθυμιάσεων συστάσεις τινάς, αἷς τὸ αὐτῆς
5σῶμα πολυτελῶς καὶ ποικίλως κέκραται, ὡς μὲν διὰ τοὺς ἀπὸ τοῦ ἡλίου φωτισμοὺς θερμὴν γίνεσθαι, διὰ δὲ τὰς τοιαύτας συστάσεις ὑγρὰν καὶ μὴν καὶ ψυχρὰν κατὰ τὸ οἰκεῖον τῆς φύσεως· καὶ διὰ τοῦτο μεγάλην τῶν ἐπὶ γῆς ἔσχηκε δύναμιν μετὰ τὸν πρῶτον καὶ
10κυριώτερον. συμβάλλεται μέντοι καὶ ἡ τῶν ἄλλων ἀστέρων συντέλεια, οἷον χορηγούντων καὶ ποικιλλόντων τὸ παντοδαπὸν τῶν γενέσεων· ὥσπερ δὲ ἐν τοῖς γένεσιν ἄμφω ταῦτα ἄρρεν καὶ θῆλυ νενόμισται, οὕτω κἀν τοῖς ἐγκοσμίοις δι’ ἀμφοτέρων τούτων καὶ πρυτανεύεται καὶ
15συνίσταται. ἐφ’ ᾧ δὴ καὶ κασιγνήτους ἄμφω σοφοί τινες εὖ μάλα παραδεδώκασιν, ὡς σαφῶς δὴ τὴν μὲν τῶν ἀρρένων φύσιν τῇ τοῦ ἡλίου ἀναλογεῖν, τῇ δὲ τῆς σελήνης 〈τὴν〉 τῶν θηλειῶν· ᾗ δὴ καὶ τὸ μὲν ἐκείνων σπέρμα τὴν ζῳογόνον παρέχεται δύναμιν, τὸ δὲ τῶν
20θηλειῶν οἱονεί τις ὕλη καὶ τροφὴ ἐκείνῳ ὑπόκειται. τὸ γὰρ δὴ καὶ βραχύ τι τοῦτο πρὸς ποιητικὴν αἰτίαν συμβάλλεσθαι παρείσθω τὰ νῦν. Τίς μὲν οὖν οὐσία ψυχῆς καὶ ὅπῃ καὶ ὅθεν ἥκει, τῶν εὐαριθμήτων σχεδὸν ἰδεῖν· πλήν γε ὅτι κατ’ εἰκόνα
25θεοῦ γεγενημένη καὶ τὴν ἀπορροὴν ἄνωθεν ἔχουσα, λόγῳ μὲν ἁλωτὸς οὐκ ἂν εἴη, νῷ γε μὴν περιείληπται, καὶ οὕτως οὐχ ἡ οὐσία ταύτης, ἀλλ’ ἡ ἐνέργεια. καὶ
μὴν 〈περὶ〉 τῆς ἀρχετύπου πηγῆς, ἀφ’ ἧς ἐρρύη,20

21

φαντάζεσθαι δίδωσιν, ὅτι γε καὶ τῶν καθόλου τὰ μερι‐ κώτερα εἰκόνας αὕτη καὶ τύπους ἐστήσατο κἀκ τῶν ἐμφανῶν τἀφανῆ παρέσχε στοχάζεσθαι. καὶ τὰ μὲν ἄλλα παραλιπεῖν μοι δοκῶ, τοῦτο δ’ οὖν σαφῶς ὡμο‐
5λόγηται, ὡς λόγος μὲν ὄχημα νοῦ, τοῦ δὲ λόγου ψυχή, τὸ δὲ πνεῦμα τῆς ψυχῆς· τοῦτο δὲ διῆκον διὰ φλεβῶν καὶ ἀρτηριῶν καὶ αἵματος κινεῖ τὸ ζῷον καὶ πρὸς τὰς οἰκείας ἐνεργείας καθίστησιν. ὅθεν ἡμεῖς εὐστόχως ἄγαν καὶ εὐεπηβόλως ὁρμώμενοι καὶ ἐπὶ θεοῦ τρεῖς
10ὑποστάσεις κατανοήσαντες σέβομεν καὶ τὸ τῆς ζωαρχικῆς τριάδος ἀνεκαλύφθη μυστήριον· ὃ γὰρ νοῦς ἐν ἡμῖν, τοῦτ’ ἐν ἐκείνοις πατήρ· ὃ δὲ λόγος, υἱός· ὃ δὲ ψυχὴ καὶ πνεῦμα, καὶ παρ’ αὐτοῖς ἄχραντον καὶ ζῳοποιόν ἐστι πνεῦμα. ἐῶ γὰρ λέγειν τὴν εἰς ἡμᾶς ἄρρητον
15εὐδοκίαν τοῦ πατρὸς καὶ ἐνανθρώπησιν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος συγκατάβασιν, δι’ οὗ ταῦτα καλῶς ἐδι‐ δάχθημεν. ἀλλ’ ἐπάνιμεν δή. ὥσπερ τοίνυν ἐκεῖνα ἐν τῇ συστάσει δι’ ἀλλήλων χωρεῖ καὶ τὸ ζῷον ἐμπνεῖ, οὕτω κἀν τῇ διαλύσει αὖθις πρὸς ἄλληλα ἐπαναχωρεῖ
20καὶ συστέλλεται· αἷμα μὲν εἰς τὸ πνεῦμα, πνεῦμα δὲ εἰς ψυχήν, ψυχὴ δ’ αὖ εἰς λόγον, καὶ ὁ λόγος εἰς νοῦν, καὶ οὗτος αὖ εἰς τὸ συγγενές. 〈ιδʹ〉 Τῇ δὲ σπερματικῇ γονῇ ἄρτι τε ἐκκριθείσῃ καὶ πρὸς τὴν ὑστέραν μεταβληθείσῃ ἕκαστος τῶν ἀστέρων
25οἰκείαν δύναμιν ἐπιβάλλει· καὶ πρῶτον μὲν ὁ τῶν ἄλλων πρῶτος καὶ τὸν τόπον ἐπέχων τοῦ σπέρματος, ἄρχει δὲ οὗτος καὶ τοῦ πρώτου μηνός· δευτέρα δὲ ἡ σελήνη τὴν ἑαυτῆς ἐνίησι δύναμιν, ἄρχουσα καὶ τοῦ δευτέρου
μηνός· καὶ τρίτος ὁ τοῦ Ἑρμοῦ· καὶ τέταρτος ὁ τῆς21

22

Ἀφροδίτης, ἐφ’ ᾧ δὴ καὶ τὸν τέταρτον μῆνα ζῳοποιεῖται καὶ ἀσκαρίζον τὴν φυσικὴν κίνησιν δείκνυσι· πέμπτος ὁ τοῦ ἡλίου· ἕκτος ὁ τοῦ Ἄρεως· ἕβδομος ὁ τοῦ Διός· ὄγδοος ὁ τοῦ Κρόνου· διὰ τοῦτο καὶ τὰ μὲν ἑπτάμηνα
5ζῳογονεῖται, τὰ δὲ ὀκτώμηνα οὔ· καὶ ἐννάτη ἡ σελήνη, καθ’ ἣν τελεσφορεῖται καὶ πρὸς φῶς ἔξεισιν. ἐντεῦθεν αὕτη παραλαβοῦσα τὴν πρώτην ἐφορᾷ ἡλικίαν, ἄρχουσα καὶ τοῦ πρώτου ἐνιαυτοῦ [μηνός]. 〈ιεʹ〉 Γενομένου γὰρ ἑκάστου τήν τε ζωὴν καὶ τὸν
10βίον οἱ ἀστέρες ἀπολαβόντες ἐφορῶσιν, ἕκαστος ἑκάστην ἡλικίαν λαγχάνοντες. κατὰ γοῦν τοὺς ἑπτὰ ἀστέρας καὶ ἑπτὰ αἱ ἡλικίαι ἀπονενέμηνται καὶ τοὺς χρόνους ἕκαστος κατὰ λόγον τοῦ διαστήματος καὶ τῆς περιόδου αὐτοῦ ἐφορᾷ, ὡς τῇ μὲν πρώτῃ κατὰ τὴν ἐβδοματικὴν
15τάξιν ἔτη ἑπτὰ ἀπονενεμῆσθαι, τῇ δὲ τελευταίᾳ δὶς εἶναι τοσαῦτα. τὴν μὲν οὖν πρώτην ἡλικίαν ὡς ἔφημεν ἡ σελήνη ἐφορᾷ, καλεῖται δὲ βρεφική· ἐφορᾷ δὲ ὁμοίως καὶ τὸν πρῶτον ἐνιαυτόν, καὶ τὸν δεύτερον ὁ τοῦ Ἑρμοῦ, καὶ τὸν τρίτον ὁ τῆς Ἀφροδίτης, καὶ ἑξῆς οἱ
20ἄλλοι ἀστέρες. ἔγνωσται δὲ τοῦτο διὰ τὸ ἀσθενὲς τηνικαῦτα τῆς φύσεως καὶ τὴν ὑγρότητα καὶ ὀλιγο‐ τροφίαν καὶ ἁπαλότητα· ἀλλὰ μὴν καὶ ἡ τῶν πραγμάτων ἄγνοια καὶ ἡ ἐποχὴ τῶν πρακτέων καὶ ἡ ἀπορία τῶν διανοήσεων, ἔτι δὲ καὶ τὸ τάχιον τῆς αὐξήσεως καὶ τὸ
25ἐπιδεκτικὸν τῶν μεταβολῶν δηλοῖ τὴν σελήνην εἶναι κυβερνῆτιν αὐτοῦ. εἶτα διαδέχεται τὴν δευτέραν ἡλικίαν ὁ τοῦ Ἑρμοῦ καὶ διέπει αὐτὴν ἔτη ὀκτώ, ἥτις καλεῖται παιδική· ἐγνώσθη δὲ διέπων ταύτην διὰ τὴν ἐμφαινο‐
μένην τῇ ἀνθρωπίνῃ φύσει τηνικαῦτα εὐφυΐαν καὶ22

23

ὀξύτητα καὶ κατάληψιν τῶν πραγμάτων, ὅτε δὴ καὶ ἄρχεται μανθάνειν τε καὶ παιδεύεσθαι. εἶτα ὁ τῆς Ἀφροδίτης [ὁ] τὴν τρίτην, ἥτις καλεῖται μειρακική, καὶ διέπει αὐτὴν 〈ἔτη〉 ἐννέα. τηνικαῦτα γὰρ κινεῖται
5ἡ περὶ τὰς τρυφὰς ἡδυπάθεια καὶ ἀκατάσχετος ὁρμὴ πρὸς τὴν συνουσίαν γίνεται. καὶ τὴν τετάρτην ὁ τοῦ ἡλίου, ἥτις δὴ καλεῖται ἀνδρική, καὶ διέπει αὐτὴν ἔτη δέκα. τηνικαῦτα δὲ εὑρίσκομεν τὸν ἄνθρωπον φιλοῦντα τὴν δόξαν καὶ μεταστῆναι πρὸς τὰ κρείττω σπεύδοντα
10καὶ ἀπὸ τῶν παιδικῶν ἐπὶ τὰς σπουδὰς κατέχοντά τε τὰς ἡδονὰς καὶ τὸ παίζειν ἀπαναινόμενον. καὶ μετὰ τὸν ἥλιον διαδέχεται τὴν πέμπτην ἡλικίαν ὁ τοῦ Ἄρεως, ἥτις καλεῖται ἀκμαστική, καὶ διέπει αὐτὴν ἔτη ἕνδεκα. διὰ τοῦτο ἐν αὐτῇ οἱ ἄνθρωποι ἐπιμελούμενοι 〈τῶν〉
15ἐν τῷ βίῳ πόνοις καὶ φροντίσι σφᾶς αὐτοὺς κατα‐ τρύχουσι καὶ μόχθοις προσταλαιπωροῦσι καὶ τὰς πλείους ἡδονὰς καταλιμπάνουσιν. εἶτα τὴν ἕκτην ὁ τοῦ Διός, ἥτις καλεῖται πρεσβυτική, καὶ διέπει αὐτὴν ἔτη δώδεκα. τηνικαῦτα δὲ οἱ ἄνθρωποι τοὺς πολλοὺς πόνους καὶ
20κόπους καταλείπουσι καὶ τὸ σφαλερῶς καὶ παραβόλως ἐπιχειρεῖν καὶ φροντίζουσι τῶν καλῶν καὶ ἀγαθῶν πράξεων καὶ χρῶνται ταῖς εὐποιΐαις. καὶ τὴν ἑβδόμην ὁ τοῦ Κρόνου, ἥτις καλεῖται γεροντική, καὶ διέπει αὐτὴν ἔτη τρισκαίδεκα καὶ μέχρι τέλους. τηνικαῦτα
25δὲ παρακμάζουσι καὶ ἀδυνατοῦσιν οἱ ἄνθρωποι καὶ τὰ σώματα ψύχονται καὶ ὀκνοῦσι καὶ ἀποροῦσι καὶ ὀλι‐ γοψυχοῦσιν ὥσπερ ἀπαγορευούσης τῆς φύσεως καὶ ἐκκόπτονται τῶν ἐλπίδων καὶ ἐπιθυμιῶν ἐστέρηνται
καὶ νόσοις πιέζονται. συμβαίνει γοῦν, ὥσπερ ἀπ’ αὐτοῦ23

24

τὴν ἀρχὴν κατὰ τὴν τοῦ σπέρματος σύστασιν ἤρξαντο, καὶ καταλήγειν εἰς τὸν αὐτὸν καὶ κυκλικήν τινα περὶ αὐτοὺς πρόοδον καὶ ἐπιστροφὴν φαίνεσθαι καὶ τὸν βίον ὅροις ἑβδομάδος μετρεῖσθαι.
5 〈ιϛʹ〉 Ἐπανιτέον δὲ καὶ τὴν τοῦ ἡλίου ἐπεξεργαστέον εἰς τὰ γεννητὰ δύναμιν, ἐπειδὴ καὶ τὸ πᾶν σχεδὸν κῦρος οὗτος ἀνέζωσται. ὡς μὲν οὖν κάλλιστος ὁ κόσμος, μαρτυρεῖ μὲν καὶ ἡ ὄψις τοῖς μὴ καθάπαξ ἐσκοτωμένοις, πρὸς οὗ γε καὶ πᾶν ἀπειργασμένον παράδειγμα κάλλι‐
10στόν τι χρῆμα γεγένηται· δείκνυσι δὲ καὶ τὸ φαινόμενον τοῦ οὐρανοῦ κάλλος καὶ ἡ τάξις τῶν περιόδων καὶ τὰ τῶν ὡρῶν μέτρα. ἀλλὰ μὴν καὶ ἡ τῶν στοιχείων ἁρμονία καὶ ἡ διὰ πάντων ἀναλογία, ἔτι δὲ καὶ ἡ τῶν ἀφανῶν ἐν αὐτῷ δυνάμεων τάξις πῶς οὐ κάλλιστον
15αὐτὸν ἀποφαίνει τῶν γεννητῶν; ὅταν γε μὴν εἰς τὴν τῶν ψυχῶν ἐναρμόνιον χορείαν ἀπίδῃ τις καὶ τὴν χορηγίαν τῆς θείας ζωῆς, ἣ πληροῖ μὲν αὐτόν, τὰ δὲ ἐν αὐτῷ δι’ αὐτοῦ, οὐ μόνον ἕξει τοῦ κάλλους σφόδρα θαυμάζειν, ἀλλὰ καὶ αὐτὸς ὅλως γένοιτ’ ἂν τοῦ κάλλους διακορής.
20οὐδὲν δὲ οἷον τὸ τοῦ ἡλίου ἐν ἑαυτῷ περιείληφεν· οὗτος γὰρ ἔχει μὲν ἐν ἑαυτῷ τὴν τῶν ὅλων οὐσίαν, καὶ διὰ τοῦτό τινες καὶ τῇ τῶν τεσσάρων στοιχείων φύσει τοῦτον κεκρᾶσθαι ᾤοντο· ἡγεμὼν δ’ ἐστὶ τοῦ σύμπαντος κόσμου καὶ πάντων γεννητικός· γεννῶν δὲ
25αὖθις καὶ διαλύει καὶ πρὸς τὸν σπερματικὸν λόγον ἀναλαμβάνει, διδοὺς μὲν τῇ ὕλῃ οὐσίαν σχεδὸν καὶ ζωήν, ἀνταπολαμβάνων δὲ τὴν ἄνωθεν ὕπαρξιν. μέσος
γὰρ ἵδρυται, τὰ ἄκρα συνδέων καὶ καθάπερ ἡνίοχος24

25

ἀγαθὸς τὸ τοῦ κόσμου ἅρμα ἀσφαλῶς ἐλαύνων· εἰσὶ δὲ αἱ ἡνίαι ζωὴ καὶ ψυχὴ καὶ πνεῦμα καὶ γένεσις κατὰ τὴν ἑκάστου φύσιν τῶν γεννητῶν. καὶ τῷ μὲν καταλαμβανομένῳ καὶ περιλάμποντι τὸ πᾶν ὕδατος καὶ
5γῆς καὶ ἀέρος κύτος ζῳογονεῖ, γένεσιν δὲ ἀνακινεῖ καὶ μεταβολὴν τῷ παντὶ ἡγεμών τε καὶ τροφὸς παντὸς γένους ἐστί. καὶ ὥσπερ ὁ νοητὸς κόσμος τὸν αἰσθητὸν περιέχων πληροῖ αὐτὸν ὀγκῶν ταῖς ποικίλαις καὶ παν‐ τομόρφοις ἰδέαις, ὣς δὲ καὶ ὁ ἥλιος ἐν τῷ κόσμῳ πάντα
10περιέχων ὀγκοῖ πάντων τὰς γενέσεις καὶ ἰσχυροποιεῖ καμόντων τε καὶ ῥυέντων ἀποδέχεται τὰς συστάσεις. Καὶ χοροί τινων θειοτέρων οἶμαι δυνάμεων ἑστῶτες περὶ αὐτὸν ἐφορῶσι τὰ τῶν ἀνθρώπων στρατιᾷ τινι ἐοικότες· ἕτεροι δ’ αὖ ὑπὸ τὰς τῶν ἀστέρων πλινθίδας
15τεταγμένοι ἑκάστῳ τούτων ἰσάριθμοι ὑπηρετοῦσι τὰ πρόσφορα. καὶ μετὰ τούτους ἑτέρα τις δύναμις δευ‐ τέρα καὶ ὑφειμένη καὶ οἷον τὴν φύσιν μικτή. ὑποκάτω δὲ τούτων ἐξέπεσεν ὁ τῶν ἐναερίων πνευμάτων ἑσμός· πολλοὶ δὲ οὗτοι καὶ παντοδαποὶ καὶ ποικίλοι, οἳ δὴ
20δαίμονες κέκληνται, φύσιν ἔχοντες τὴν ἐνέργειαν. οὗτοι τὴν ξηρὰν καὶ ὑγρὰν καὶ ἐναέριον λῆξιν διαλαχόντες κυκῶσιν αὐτὴν καὶ ταράττουσιν· ἑκάστου τε τῶν ἐπὶ γῆς πραγμάτων ἄρχειν ἰσχυριζόμενοι καὶ ἄγειν, οἷ βούλοιντο, ποικίλους θορύβους καὶ ταραχὰς ἔν τε
25πόλεσι καὶ ἔθνεσιν ὅλοις καὶ ἰδίᾳ ἑκάστῳ τῶν ἀνθρώ‐
πων ἐργάζονται. καὶ διὰ μὲν τὸ ὕλης μετέχειν ὑλαῖα25

26

πνεύματα αὐτοὺς ὀνομάζουσι, διὰ δὲ τὸ φαίνεσθαι πολλάκις καὶ φωνὴν ἀφιέναι εἴδωλα. καὶ οὗτός ἐστιν ὁ ἐπίγειος οἰκεῖος τόπος αὐτοῖς ἀμφικνεφής τε καὶ Τάρταρος καὶ πᾶν τοιοῦτον καλούμενος. εἰ δέ τις καὶ
5αὐτό που τῆς γῆς τὸ μεσαίτατον ὡς ζοφωδέστατον ἀνεῖσθαι τούτοις φήσει, οὐκ ἄπο δόξει τοῦ σκοποῦ βάλλειν. διὰ τοῦτο καλῶς ἡμῖν θεῖοι καὶ ἱεροὶ ἄνδρες ἐθέσπισαν ἐναλλάττειν τὰ τῶν ἀποιχομένων ὀνόματα, ὅπως τελωνοῦντας αὐτοὺς κατὰ τὸν ἐναέριον τόπον
10λανθάνειν ἐξῇ καὶ διέρχεσθαι· ἀπατηλοὶ γὰρ ὄντες καὶ βάσκανοι ἐπηρεάζειν καὶ κακῶς ποιεῖν περὶ πλεί‐ στου πεποίηνται καὶ λανθάνουσιν ἔσθ’ ὅτε καὶ αὐτοὶ ἀπατώμενοι. τὸ μέντοι τοῦ Δημοκρίτου 〈οὐ〉 καλῶς ἂν ἔχοι παραλιπεῖν, ὃς εἴδωλα αὐτοὺς ὀνομάζων μεστόν
15τε εἶναι τὸν ἀέρα τούτων φησὶ καὶ νεύροις καὶ μυελοῖς ἐγκαθημένους ἀνεγείρειν καὶ ἀναπλάττειν τὰς ψυχὰς ἡμῶν εἰς αὑτοὺς διά τε φλεβῶν καὶ ἀρτηριῶν καὶ αὐτοῦ τοῦ ἐγκεφάλου καὶ μέχρι τῶν σπλάγχνων διήκοντας· τὴν ἀρχήν τε ἕκαστον γενόμενον καὶ ψυχωθέντα παρα‐
20λαμβάνειν τοὺς κατ’ ἐκεῖνο τῆς γενέσεως ὑπηρέτας κἀντεῦθεν τὴν ἐπίγειον ταύτην διοίκησιν δι’ ὀργάνων τῶν ἡμετέρων σωμάτων διοικεῖν. 〈ιζʹ〉 Ὁ τοίνυν ἥλιος ὅτι μὲν πλέον τῶν ἄλλων τὴν τῶν ἀνθρώπων περιέπει ζωὴν καὶ οἱ περὶ αὐτὸν
25ἓξ πλάνητες, ἱκανῶς ἡμῖν δέδεικται. ἕνεκά του γὰρ
γεγονότες καὶ τὸ οὗ ἕνεκα διεξάγειν εἰλήχασιν· οὐ γάρ26

27

ποτε μὲν βόρειοι, ἄλλοτε δὲ νότιοι καὶ μετὰ μικρὸν ὑψούμενοι καὶ ταπεινούμενοι διεγίνοντο· καὶ τὸ ἐν ἡμῖν λογικὸν καὶ ἄφθαρτον πρὸς τὸ οὐράνιον καὶ συμφυὲς μάλιστα ἐναρμόζεται. ἐπεὶ γοῦν ταμίας καὶ φρουρός
5ἐστι τῆς ψυχῆς, αὐτῇ δὲ καὶ δυνάμεις ἕπονται φυσικαί, αἱ μὲν ἡγεμονοῦσαι, αἱ δ’ ἐφεπόμεναι, τούτου χάριν παρὰ τῆς δημιουργικῆς προνοίας οἵ τε τῆς Ἀφροδίτης καὶ τοῦ Ἑρμοῦ περὶ αὐτὸν ἀστέρες ἑλίσσονται, τὴν ἴσην σχεδὸν πορείαν ἀνύοντες, ἅμα μὲν καὶ διὰ τὴν
10πρώτην αἰτίαν, ἣν εἰπόντες ἔφθημεν, ἅμα δὲ καὶ τοι‐ αύτην, ἥτις αὐτίκα εἰρήσεται. θεωρεῖται γὰρ ὁ μὲν τοῦ Ἑρμοῦ ἔλαττον, ὁ δὲ τῆς Ἀφροδίτης ἐπὶ τὸ δι‐ πλάσιον σχεδὸν ἀφιστάμενος, καὶ τοῦτ’ οἶμαι κατὰ λόγον τοῖς ὀρθῶς σκοπουμένοις. ἐπεὶ γὰρ ἰδίωμα τῆς
15ἀνθρωπίνης ψυχῆς τὸ λογικόν ἐστι καὶ τούτου πλέον μετέχει, οὗ γε καὶ χρείαν πλείονα ἔχουσα φαίνεται, διὰ τοῦτο ἐγγυτέρω ἑαυτοῦ τὸν τοῦ Ἑρμοῦ ὁ ἥλιος ἔσχηκεν, ὃς ὡς ἔφημεν ἀναλογεῖ τῇ ψυχῇ. τίνος γὰρ ἂν μᾶλλον λογικὴ καὶ ἄφθαρτος ψυχὴ ἢ λόγου καὶ παιδείας καὶ
20μαθημάτων κατὰ τὸ συγγενὲς δέοιτο; εἶτ’ ἐπειδὴ καὶ τὰς φυσικὰς ἐπιθυμίας ἔχει παρεπομένας (καὶ γὰρ οὖν οὐδ’ ἄνευ τούτων γεγόναμεν), αὗται δὲ τῷ τῆς Ἀφρο‐ δίτης ἀνάκεινται, ἔχει μὲν καὶ ταύτην παρεπομένην, οὐ μὴν τοσοῦτον, ὅσον τὸν λόγον καὶ παιδείας ὡς
25ἔφημεν ἔφορον. εἰ γὰρ κἀκείναις αὐτοφυῶς σύνεστιν ἡ ψυχή, ἀλλὰ λόγου καὶ παιδείας ὡς εἰπεῖν περιέχεται. ἐπεὶ δὲ καὶ θυμὸν καὶ τόλμαν τὴν ψυχὴν πρὸς τὰς
ἐγχειρήσεις ἔχειν δεῖ, ἐλάττω δὲ χρείαν τούτων ὡς27

28

πρὸς ἐκεῖνα ἔσχηκε, τούτου χάριν † πᾶν διάστημα τοῦ ἡλίου ὁ τοῦ Ἄρεως ἀφίσταται. ἀλλὰ μὴν καὶ πρὸς βίον ἡ ψυχὴ κατιοῦσα πραγμάτων καὶ ἑτέρων συν‐ τυχιῶν καλῶν καὶ τῶν ἐναντίων πεπείραται, καὶ τούτων
5δὲ ἔτι ἔλαττον δεομένη ἐστί. διὰ τοῦτο πόρρω ὁ τοῦ Διὸς τοῦ ἡλίου φερόμενος φαίνεται. τὰ γὰρ φυσικὰ παρακολουθήματα 〈πρὸ〉 τῶν μὴ κατ’ ἀνάγκην ἀλλ’ αὐθαιρέτως συμβαινόντων ἀναγκαῖα παρεῖναι παντὶ καὶ ὠφελιμώτερα. εἶτ’ ἐπειδὴ πᾶσα ζωὴ καὶ πρᾶξις
10ἀνθρωπίνη κατὰ τὸν βίον πέρας λαμβάνει καὶ οὐκ εἰς ἀπέραντον φέρεται, τούτου χάριν ὁ τοῦ Κρόνου ὅτι πορρωτάτω τοῦ ἡλίου ἤρτηται· ἡ γὰρ ζωὴ τῷ θανάτῳ καὶ ἡ πρᾶξις τῇ ἀργίᾳ ἀντίκειται. 〈ιηʹ〉 Ὡς μὲν οὖν οὐκ εἰσὶν ἀΐδια τούτοις τὰ σώ‐
15ματα, καὶ ἡ ἀνώμαλος αὐτῶν πορεία σαφέστατα δείκνυσι καὶ τὸ πάθεσιν ἐμπίπτειν, ὥσπερ ἡ σελήνη κατὰ τὴν ἔκλειψιν. ὅτι δὲ οὐχ οἷς αὐτοκίνητα, τούτοις καὶ ἀεικίνητα καὶ διὰ τοῦτο ἀθάνατα, ὥς τινες τῶν Ἑλλή‐ νων ἐδόξασαν, οὐ πολλαῖς ἄν τις χρησάμενος ἀπο‐
20δείξεσιν αὐτοὺς ἀπελέγξειεν, ὥσπερ ἂν εἴ τις καὶ τὸ ζῷον αὐτοκίνητον εἶναι λέγοι καὶ διὰ τοῦτο ἀθάνατον. ἀλλὰ τοῦτο μὲν καὶ ἡ ὄψις καὶ ἡ πεῖρα σαφῶς μαρτυρεῖ ὅτι οὐκ ἀθάνατον πέπλασται· ἐκεῖνα δὲ ὡς πρότερά τε ὄντα καὶ μονιμώτερα, τὴν μὲν αὐτῶν ἀρχὴν ἰδεῖν οὐκ
25ἔσχον οἱ ἄνθρωποι· ὧν δὲ τὴν ἀρχὴν οὐκ εἶδον, οὐδὲ
τέλος ὄψεσθαι ᾤοντο. καὶ πῶς ἂν ἐγχωροίη τὸ ἀπὸ28

29

[τοῦ] τόπου εἰς τόπον μεθιστάμενον καὶ τρεπόμενον ἀλλοίωσίν τινα καὶ μεταβολὴν τῆς οἰκείας μὴ δέξασθαι φύσεως; ὅλως γὰρ οἶμαι καὶ τὸ γεννητὸν καὶ τρεπτὸν ἐκεῖθεν τὴν ἀρχὴν ἔσχηκε· πλὴν καὶ οὕτως οὐχ ἁπλῆν
5τινα συντέλειαν εἰς τὴν τοῦ παντὸς παρέχονται σύστασιν, οὐ μόνον ὡς ἔφημεν ἐνιαυτοῖς καὶ μησὶ καὶ ἡμέραις καὶ ὥραις μέτρα διδόντες, ἀλλὰ καὶ σημεῖα καὶ μετα‐ βολὰς καιρῶν καὶ μελλόντων ἀποβάσεις τεκμαίρεσθαι, εἰ καὶ μὴ πᾶσι, τοῖς δ’ οὖν προσέχουσιν. ἤδη δὲ καὶ
10οἱ πρὸς ἀλλήλους τούτων σχηματισμοὶ διαφόρους ἀπο‐ τελέσεις ἐπισημαίνουσιν, ὧν οἱ μὲν ἡρμοσμένοι καὶ σύμφωνοι, οἱ δὲ τοὐναντίον οἱονεὶ πρὸς ἀλλήλους ἀπᾴδοντες. ἀναγκαῖον δὲ μίκρ’ ἄττα περὶ τούτου δια‐ λαβεῖν. καθόλου μὲν οὖν ὁ περιττὸς ἀριθμὸς τῇ τῶν
15νοερῶν οὐσιῶν φύσει ἀναλογεῖ καὶ πρὸς τὴν τοῦ παντὸς ἁρμόζεται σύστασιν. ὁ δὲ ἄρτιος οἰκείως τε ἔχει τῇ τῆς ὕλης ἀοριστίᾳ, καθ’ ὅσον εἰς αὐτὴν ῥέπει, καὶ πρὸς τὴν τοῦ παντὸς ἀσύμφωνος σύστασιν. ᾗ δὴ καὶ ἡ μὲν δυὰς ἀρχὴ διαστάσεως, ἡ δὲ μονὰς ἐν μὲν
20τοῖς ἀριθμοῖς ἀρχὴ καὶ ῥίζα τις ὑπόκειται, ἐν δὲ τοῖς νοητοῖς ὁ θεός, ἀφ’ οὗ καθάπερ ἐκ πηγῆς ἐρρύη τὰ ὄντα καὶ πᾶν γένος προῆκται καὶ οὐσίωται καὶ ἐμ‐ ψύχωται. οὕτω δὲ ἀπὸ μονάδος κινηθεὶς τὴν ἀρχὴν μετὰ τὴν ἑαυτοῦ οὐσίαν εἰς τριάδα ἔστη· αὕτη γὰρ
25μετὰ τὴν μονάδα οἰκεῖος ἀριθμὸς ταύτῃ καὶ προσφυής· ἀπὸ δ’ αὖ τριάδος εἰς ἑβδομάδα, καὶ δι’ αὐτῆς τὰ κυριώτερα τῶν δημιουργηθέντων ἐπεσφραγίσατο. καὶ
ταύτῃ ἴση ἥ τε ὁλομέλεια τυγχάνει οὖσα τοῦ οὐρανοῦ29

30

καὶ τῶν ἐπὶ γῆς τὰ πλείω ὁρίζεται. ἑπτὰ γὰρ πλάνητες, οἶμαι δὲ καὶ ἑπτὰ αἰῶνες καὶ ἑπτὰ φωνήεντα· ἐν ἑπτὰ δὲ ἔτεσιν ὀδόντας ἐκβάλλομεν, ἐν δὲ δὶς τοσούτοις καὶ ἀποσπερματίζειν ἀρχόμεθα, καὶ ἑπτὰ αἱ χορδαί. εἰκότως
5δὲ καὶ οἱ Πυθαγόρειοι τοῦτον τὸν ἀριθμὸν καιρὸν ἔλεγον. 〈ιθʹ〉 Τούτων οὕτως ἐχόντων καὶ οἱ κατὰ περιττοὺς τῶν ἀστέρων σχηματισμοὶ πρὸς ἀλλήλους ἐπιζευγνύμενοι συμπαθεῖς τέ εἰσι καὶ ὠφέλιμοι, καὶ τούτων μᾶλλον
10ὁ καθ’ ἑβδομάδα, ὃς καὶ κατὰ διάμετρόν ἐστιν· οἱ δὲ κατὰ τοὺς ἀρτίους φαῦλοί τε καὶ ἀσύμφωνοι. εἶεν δ’ ἂν ἐκεῖνοι μὲν οἵ τε κατὰ ἑξάγωνα καὶ τρίγωνα καὶ διάμετρον, οὗτοι δὲ οἱ κατὰ τετράγωνά τε καὶ δωδε‐ κάγωνα. οὐχ ὡς ἀλόγως τινὲς ὑπειλήφασιν, ὡς ὁμο‐
15γενῶν ὄντων τῶν ἐπιζευγνυμένων ζῳδίων ἐκεῖνοι μέν εἰσι συμπαθεῖς, οὗτοι δὲ οὐδαμῶς. οὔτε γὰρ ἀρσενικὰ ἢ θηλυκὰ ζῴδια ἐν οὐρανῷ χρὴ νοεῖν, ὅτι μηδὲν τοιοῦτόν ἐστι παρ’ αὐτῷ, οὔτ’ ἐνέργειάν τινα ἔχειν οἴκοθεν ὥς φασι ταῦτ’ ἐγένοντο ἄνευ τῆς τῶν ἀστέρων
20ἐπ’ αὐτὰ περιαγωγῆς καὶ δυνάμεως. ἀλλ’ οὐδὲ ὅλως ἐν αὑτοῖς οἶκον τῶν ἀστέρων ἔσχηκε. ταῦτα γὰρ τῶν ἀμαθῶν ἐστι πάνυ καὶ μὴ πρὸς τὸ τῆς ἀστρονομίας ὕψος ἀτενισάντων. ὃ γὰρ οὐχ ἵσταται πῶς ἂν οἶκον ὅπου δὴ ποιήσασθαι δύναιτο; ἀλλ’ ἐπανιτέον, ὅθεν
25ἀπετραπόμεθα. οἱ κατὰ τὰς περιόδους τοίνυν αὐτῶν πολυειδεῖς καὶ ποικίλοι σχηματισμοί, ὡσπερεὶ καὶ τὰ ἐπὶ γῆς συνεφέλκοντες, μετατρέπουσιν, οὐχ ἡρμοσμένως μὲν πάντα· οὐ γὰρ τὸ τῆς ὕλης ἄπειρον διακρίνειν
καὶ καθιστάναι οἷόν τε ἦν· ἔστι δ’ ἃ κατὰ τὸ οἰκεῖον30

31

τῆς σφῶν περιαγωγῆς. εἰ δὲ καὶ πάντα, ἐμοὶ μὲν οὐκ ἐξεγένετό πω μαθεῖν, ἴσως δ’ ἄν τινες ἄμεινον εἰδεῖεν ἐμοῦ. 〈κʹ〉 Ὁ δὲ νοῦς ἐν ἡμῖν ἅτε ἄνω τὴν ἐπιστροφὴν
5ἔχων περιοδικῶς τὸ ἑαυτοῦ ἐνεργεῖ, οὐκ αὐτὰ μόνον, ἃ κατ’ αἴσθησιν καὶ φαντασίαν ἐδέξατ’ ἀναπολῶν, ἀλλὰ καὶ ὅτουπερ ἂν κατὰ νοερὰν ἐπιβολὴν ἅψηται. 〈οὐ〉 κατὰ μῆκος μὲν γάρ, ἀλλ’ οὐδὲ κατὰ πλάτος κινηθείη ποτ’ ἄν, ἀλλ’ οὐδὲ μὴν ἑτέραν τινὰ κίνησιν·
10λείπεται δὴ μόνῃ τῇ τοῦ παντὸς φορᾷ παραπλησίως καὶ τοῦτον τὴν οἰκείαν πληροῦν· ὑφ’ ἧς εἰκότως καὶ τῷ τῶν ἀστέρων συμπεριοδεύσει χορῷ καὶ τὴν ἔνυλον ζωὴν ἀποσείσεται, μέχρι τῆς τῶν ὄντων ἀρχῆς ἀνιὼν κατὰ τὴν τῆς ἀληθείας πρόοδον. μᾶλλον δέ, ἵνα τι
15μικρὸν τῷ λόγῳ προσδιατρίψωμεν, τῶν κινήσεων πολ‐ λαχῶς τοῖς ἐγκοσμίοις ἐμφαινομένων καὶ πασῶν σχεδὸν τὸν ὅρον ἐφελκομένων μόνη μὲν ἡ κατὰ τόπον κυρίως εἶναι λέγεται κίνησις, καὶ ταύτης αὖ τὴν εὐθείαν ἡγεῖσθαί φαμεν. πρωτογενεστέρα δὲ ταύτης καὶ βελ‐
20τίων ἡ κυκλική, μήτε ἀρχὴν μήτε πέρας σχεδὸν συν‐ εμφαίνουσα μηδὲ διάλειμμά τι τῇ ἑαυτῆς διδοῦσα φορᾷ ἴσον τε ἀφεστηκυῖα τῆς ἀρχῆς καὶ τοῦ πέρατος. ὥστε εἰ καὶ τὴν ψυχὴν κυκλικῶς κινεῖσθαι ταῖς νοητι‐ καῖς δυνάμεσι λέγοιμεν, οὐδὲν ἀπεικός. ἐρῶσα γὰρ
25τοῦ νοῦ διὰ παντὸς ἐπέστραπται καὶ περιχορεύει αὐτὸν καὶ ταῖς οἰκείαις περιόδοις ἀνελίττει αὐτοῦ τὴν εὐμά‐ ρειαν ὅτι μάλιστα περιπτύξασθαι ποθοῦσα αὐτόν. ἔνθεν ἑλοῦσίν ἐστιν εἰπεῖν, ὡς δύο ταύτας ἀρχὰς ὁ
δημιουργικὸς νοῦς προστησάμενος τῇ μὲν κατὰ τὸ31

32

περιφερὲς 〈τὸ〉 τελεσιουργὸν τῶν νοερῶν οὐσιῶν περιείληφε, τῇ δὲ κατὰ τὸ εὐθὺ τοῖς αἰσθητοῖς τὴν γένεσιν παρέσχετο. ἔστω δὲ τῇδε καὶ ἡμῖν πέρας τοῦ λόγου καὶ λοιπὸν περὶ τῶν ἑπομένων τοῖς τοιούτοις
5ῥητέον.32

33

(1t)

〈Β〉
2 〈αʹ〉 —Καὶ μήν, ὦ Ἕρμιππε, τὰ μὲν ἄλλα καλῶς καὶ ὡς οὐκ ἐχρῆν ἄλλως διῆλθες, καὶ ἔγωγε μνήμοσι δέλτοις φρενῶν ταῦτ’ ἐγγράψομαι· περὶ δὲ γενέσεως
5ζῴων ἐπεθύμουν ἀκοῦσαί τι, τοῦτο δὲ οὐκ ἀλλότριον ἦν τῆς παρούσης σπουδῆς, καὶ μάλισθ’ ὅτι πολλὰ περὶ τούτου ποιηταὶ καὶ φιλόσοφοι διηνέχθησαν. —Ἀλλ’ ἱεραὶ μὲν βίβλοι καὶ τόδε σαφῶς διεξίασιν· “εἰ δὲ θέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ’ εὖ εἰδῇ”, καὶ
10τοῦθ’ ὑποστήσομαι. ἦν ἔρεβος καὶ χάος πρῶτον καὶ τάρταρος εὐρὺς ὑπεστόρετο, πρὶν ὁ τὸ πᾶν τοῦτο τεκτηνάμενος περιουσίᾳ χρηστότητος κινηθεὶς λύει μὲν τὴν νύκτα καὶ διασκεδάζει τὴν ἀμορφίαν, κόσμον δὲ καὶ τάξιν ἀντεισάγει τὴν ἄκριτον καὶ ἀνώμαλον ἐξελάσας
15φοράν. 〈πρῶτον δὲ τάς τε ὑπερκοσμίους τε καὶ ἐγκοσ‐ μίους δυνάμεις συστησάμενος, εἶθ’ οὕτως οὐρανόν τε καὶ γῆν, πλάνητάς τε καὶ τοὺς ἀπλανεῖς τῶν ἀστέρων δημιουργεῖ μήτε χρόνου μήθ’ ἑτέρωθεν ὕλης προσ‐ δεηθείς· καὶ τούτων ἑκάστῳ τὸν οἰκεῖον τόπον, ὡς ἐξ
20ἀρχῆς ὑπεθέμεθα, ἀποδοὺς κινεῖ τὴν προσήκουσαν κίνησιν. οὕτω δὴ οὐρανός τε καὶ οἱ πλάνητες ἐναν‐
τίως τὴν ἄληκτον φορὰν ἤρξαντο φέρεσθαι. γῆ δὲ33

34

τῷ ὕδατι συμμιγής, οὗ μὲν πλέον ὑπ’ αὐτοῦ ἐπιέζετο, βαθεῖά τε καὶ κοίλη ἐγένετο, οὗ δὲ οὐδὲν ἢ ὀλίγον ἐπῆν, τὰ ὄρη ἐλείπετο. ἀλλ’ ἐπεὶ τὸ ὕδωρ ἐπὶ γῆς τὴν οἰκείαν χώραν ἐπέλαβεν, αὕτη δὲ διάβροχος οὖσα
5τὴν οἰκείαν μορφὴν ὑπὸ τοῦ ἡλίου προσβάλλοντος καὶ πρὸς τὸ ξηρότερον μεθιστάντος κατὰ μικρὸν ἀπελάμ‐ βανε, φύονται δὴ πρῶτον οὕτω δένδρα τε καὶ φυτὰ καί τινες ὑμένες ἐοικότες πομφόλυξιν, αἳ δὴ μεθ’ ἡμέραν μὲν ὑπὸ τοῦ ἡλίου διαθερμαινόμεναι, νύκτωρ
10δὲ ὑπὸ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων περιθαλ‐ πόμεναι χρόνῳ διαρραγεῖσαι τὰ ζῷα ἀπέτεκον. τούτων δὲ τὰ μὲν ἱκανὴν εἰληφότα πέψιν ἄρρενά τε καὶ θερμό‐ τερα γέγονε, τὰ δὲ τοὐναντίον ὑποστάντα ἐνδείᾳ θέρμης πρὸς τὸ θῆλυ μετεσκεύασται. καὶ οὐδὲν θαυμαστὸν γῆν
15ὕδατι σύμμικτον συστήσασθαι τὴν ἀρχὴν ζῷά τε καὶ φυτὰ κατὰ νοῦν τῷ δημιουργῷ· ἐν μὲν γὰρ τῷ ὕδατι συνέχεσθαι εἰκὸς πνεῦμα, ἐν δὲ τούτῳ θερμότητα ψυχικήν, δηλοῦσι δὲ καὶ τὰ γινόμενα ζῷα ἐν τοῖς τῆς γῆς χηραμοῖς καὶ ἔτι τὰ ἀπὸ σήψεως, ἃ πάντα καίπερ
20οὕτω συστάντα θαυμασίαν ἐμφαίνει τὴν σφῶν αὐτῶν καθάπαξ διάπλασιν. ἀλλ’ οὐδὲ μὴν οὐδὲ τοῦτ’ οἶμαι ἀπορήσαι τις ἄν, εἰ μὴ καὶ νῦν οὕτω συνίστασθαι δύναιτο· οὔτε γὰρ ἡ γῆ ἔτι ὁμοίως ἂν συνανακραθείη τῷ ὕδατι, οὔθ’ οἱ ἀστέρες ἐν τοῖς αὐτοῖς συνέλθοιεν
25σχήμασι. τὸ γὰρ γίνεσθαί πῃ μέχρι τοῦ νῦν, ὡς λόγος αἱρεῖ, παραλείπω· πλὴν ὥσπερ τοὐνδόσιμον ἐξ ἐκείνου
παραλαβοῦσα ζῷα μὲν μέγεθος ἔχοντα οὐκέτι φύειν34

35

οἵα τ’ ἐστί, βοτάνας δὲ καὶ δένδρα καὶ φυτὰ καὶ καρπούς, καὶ τὰ ζῷα σχεδὸν νεκρωθέντα καὶ παγέντα τῷ ψύχει θέρμης τε καὶ ῥώμης ἐμπίπλαται. τῶν δὲ ζῴων, ὡς καὶ πρότερον εἴρηται, οὐχ ὁμοία τις ἡ κρᾶσις
5ἐγένετο· ἀλλ’ ὅσα μὲν πλείστου τοῦ γεώδους μετέσχε, φυτά τε καὶ δένδρα γέγονε, πρὸς τῇ γῇ κάτω ἐρριζω‐ μένην τὴν κεφαλὴν ἔχοντα, τοσοῦτον τῶν ἀναιμοτέρων καὶ ἀπόδων ζῴων διαφέροντα, παρ’ ὅσον ἐκεῖνα ἔξω γῆς ταύτην κινούμενα φέρουσιν· ὅσα δὲ τοῦ ὑγροῦ,
10τὴν καθ’ ὕδατος λῆξιν ἠσπάσαντο, ἐπίσης ἐκείνοις σχεδὸν διακείμενα. οἷς δὲ τοῦ γεώδους καὶ θερμοῦ μᾶλλον μέτεστι, ταῦτα χερσαῖα ἂν εἴη· καὶ ὅσα δὲ τοῦ ἀερώδους καὶ θερμοῦ μετέσχε μᾶλλον, πτηνά, τὰ μὲν εὐθὺ τοῦ ὅλου σώματος, τὰ δ’ ὑπὲρ αὐτὸ τὴν κεφαλὴν
15ἴσχοντα, κατὰ λόγον τῆς αὐτῶν κράσεως. καὶ τούτων μᾶλλον ὁ ἄνθρωπος μετασχὼν θερμοῦ φαίνεται καθα‐ ρωτέρας οὔσης τῆς ὕλης, ἀφ’ ἧς τὸ σῶμά οἱ συνέστη, καὶ δεκτικῆς τοῦ θερμοῦ· ὥστε δι’ αὐτὸ τοῦτο καὶ μόνος τῶν ἄλλων ζῴων γίνεται τὸ σχῆμα ὀρθὸς καὶ
20πρὸς ὀλίγον γῆς ἅπτεται· ἐρρύη δέ τι καὶ θειότερον εἰς αὐτόν, καθ’ ὃ νοῦ καὶ λόγου καὶ διανοίας μετέσχε καὶ τὰ ὄντα ἀνηρευνήσατο.〉 〈βʹ〉 Τὸ δὲ θῆλυ καὶ τὸ ἄρρεν ἐν μὲν τοῖς καθ’ ὁρμὴν καὶ κίνησιν ζῴοις κεχώρισται· συνιέναι γὰρ
25ἀλλήλοις, κἂν μακρὰν ὦσι, δύνανται· φυτὰ δὲ καὶ δένδρα οὐδὲν τοιοῦτον ποιεῖν ἂν ἔχοιεν. ἔτι δὲ τοῖς μὲν δι’ ἐκεῖνα πολὺν προσῆκεν ἀποφέρειν καρπόν·
τοῦτο δ’ οὐχ οἷόν τ’ ἦν μὴ ἡνωμένα ἀμφότερα ἔχουσι·35

36

τοῖς δὲ διὰ τὸ δεῖν ὀλιγοτοκεῖν ἡ φύσις διέστη. καὶ τοῖς μὲν αὐτομάτως αἱ ὧραι, τοῖς δ’ ἡ ἔμφυτος θέρμη καὶ τροφαὶ τὰς γενέσεις κινοῦσι. διὰ τοῦτο τὰ μὲν χρόνου καὶ πραγματείας οὐκ ὀλίγης πρὸς τὴν γένεσιν
5δεῖται, τοῖς δὲ σχεδὸν αὐτοφυὴς ἡ φορά. οὐ γάρ, ὡς ἔφη τις, ὁ δημιουργὸς τὴν τοῦ παντὸς ψυχὴν εἰς τὸ μέσον θεὶς μέχρι τῶν ἄκρων ἔτεινε· ταύτην γὰρ τὴν τάξιν οὐδ’ ἐν τοῖς κατὰ μέρος ζῳδίοις ἐτήρησεν· οὐδ’ ἂν ὅ,τι τὸ πρῶτον καὶ πολυτελέστατον ζῷον, ἀξιώσαι
10τις κατὰ ταὐτὰ τούτοις συγκεῖσθαι. ἀλλὰ τὸ μὲν ἀρχηγὸν καὶ πρωτόγονον πνεῦμα ἄνωθεν ἀρξάμενον πάντα ἐμπνεῖ κατὰ τὴν τῆς σφῶν φύσεως σύστασιν· ὅσῳ δὲ μᾶλλον τὰ ὄντα κάτεισι, τοσούτῳ μερικωτέρας ὁρῶμεν τὰς δυνάμεις αὐτῶν, καὶ τὸ τῆς ὕλης πάχος
15συνεφέλκεται, τὰ δὲ ἀνωτέρω καὶ μᾶλλον προιοῦσι τὸ ἔνυλον σχεδὸν ὅλως ἐκπέφευγεν. ἔτι δέ, εἰ μὲν ταυτῆς οὐσίας ζωὴ καὶ ψυχή, εἶχεν ἂν λόγον ὁ λόγος αὐτοῖς· ζωῆς γὰρ αἰτίαν ἐν τῷ μέσῳ εἶναι πάντες ἂν συνομο‐ λογήσαιεν. νῦν δὲ πῶς ἂν ἔχοι καλῶς, τοῦ μὲν μεσαι‐
20τάτου σχεδὸν πάντων ὄντος ἀψυχοτάτου, ἐν δὲ τῷ μέσῳ τοῦ μεταξὺ διαστήματος τῆς ζωῆς ἀπονεμηθείσης τοῖς ἐγκοσμίοις, ψυχὴν δὲ οὐδ’ οὕτως ἐν διαστήματί πῃ ἐχόντων εὑρεῖν. ἐκ μὲν οὖν τούτων καὶ τῶν τοι‐ ούτων δῆλον, ὡς νῷ καὶ ψυχῇ ἡ ἀνωτάτω χώρα
25γέγονεν οἴκησις. 〈γʹ〉 Ἐπεὶ δὲ ὁ λόγος πανσπερμίαν τῶν στοιχείων εἶναι τὰ ζῷα ἐτίθετο, τούτων δ’ ἐστὶ καὶ ὁ ἄνθρωπος,
ὅπου μὲν τὸ γεῶδες ἢ τὸ ὑγρὸν πλεονάσει, τὸ μὲν36

37

νωθεῖς τε καὶ βραδεῖς ἀποφαίνει καὶ [τὴν] περὶ τὴν ὕλην παθαινομένους, τὸ δὲ ἀστάτους τε καὶ ὑπὸ τρυφῆς διερρυηκότας καὶ περὶ τὰ ἀφροδίσια ἔχοντας. οἱ δὲ τοῦ αἰθερώδους καὶ θερμοῦ μᾶλλον μετεσχηκότες ὀξεῖς
5τε καὶ ἀγχίνοι καὶ μνήμονες καὶ περὶ τὴν τῶν ὄντων γνῶσιν καταγινόμενοι. δηλοῦσι δὲ καὶ αὐτὰ τὰ τῶν σωμάτων εἴδη, ὡς ταῖς τούτων κράσεσι καὶ αἱ δυνάμεις τῆς ψυχῆς ἕπονται. ὡς οὖν ἐκ ποικίλης καὶ πολυτελοῦς ὕλης καὶ κράσεως τὴν σύστασιν ἔχοντες ποικίλα καὶ
10τὰ εἴδη καὶ τὰ ἤθη ἐσχήκαμεν. δόξειε μὲν οὖν ἐκ πολλῶν αἰτίων τὰ ὄντα γίνεσθαι, ἄλλων ἄλλως ποι‐ ούντων καὶ πάντων ὁμοίως ἐνδεικνυμένων διαφοράν, ἔργον δὲ οὐδὲν συνιδεῖν, εἰ καὶ πολλὰ καὶ διεσπαρμένα ἐστὶ καὶ εἰς ἀριθμὸν πλείω προεληλύθασιν, ἓν εἶναι
15τῶν ποιούντων συναγωγὸν αἴτιον, πρὸς ὃ τὸ πλῆθος τὴν ἀναφορὰν ἔσχηκε. δεῖ γάρ τι ἁπλοῦν εἶναι πρὸ τοῦ ποικίλου καὶ τῆς διαφορᾶς κοινωνίαν καὶ τοῦ πολυειδοῦς τὸ μονοειδές. ἀλλ’ εἰς ταῦτα μὲν ὁ λόγος σὴν χάριν παρενήνεκται.
20 Ἐπεὶ δὲ ἐξ ἀρχῆς περὶ τῆς τῶν ἀστέρων πρὸς τὰ ἐπὶ γῆς σχέσεως καὶ δυνάμεως θεωρεῖν ἡμῖν πρόκειται, λέγωμεν δὴ πάλιν ἐπαναλαβόντες τὸ οἰκεῖον ἑκάστου. τὸν μὲν οὖν τοῦ Κρόνου ἔφαμεν τὸ πλέον ἔχειν ἐν τῷ ψυχρῷ. οὗτος δὲ ὅτι “τὸ καθαρὸν καὶ ἀκήρατον
25σημαίνει τοῦ νοῦ”, καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος δῆλον καθίσταται. ἀλλὰ μὴν καὶ τόπον οἰκεῖον αὐτοῦ τὰς τοῦ ἐγκεφάλου κοιλίας ἀποδεδώκαμεν, κεκραμένας τὸ πλέον ψυχρότητι. τούτου δ’ ἐχόμενόν ἐστι τὸ λογικὸν
τῆς ψυχῆς, καθ’ ὃ διανοούμεθα καὶ δοξάζομεν, ὃ καὶ37

38

τὴν πρώτην αἴσθησιν ἔχει καὶ τὴν ἀρχὴν τῆς ἀναπνοῆς. τόπον δὲ αὐτοῦ τὸν κατὰ τὰ αἰσθητήρια καὶ τὸν θώ‐ ρακα ἔφημεν, ἀνεῖται δὲ καὶ οὗτος Διῒ εὔκρατον φύσιν ἔχοντι. διὰ τοῦτο ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ πάντα
5ποιηταὶ παρῆχθαί φασι, παῖς τε γίνεται Κρόνου, ὡς ἀπὸ τοῦ νοῦ ἔχων τὴν πρόοδον· μόνος τε τοὺς ἄλλους γεννᾷ διὰ τὸ τὴν τοιαύτην οὐσίαν μάλιστα γεννᾶν δύνασθαι. μετὰ τοῦτο τὸ θυμοειδὲς τέτακται, δι’ οὗ τόλμα τε καὶ ὀργὴ καὶ θράσος εἴωθε γίνεσθαι· ἔχουσι
10δὲ καὶ ταῦτα τὸν περικάρδιον τόπον οἰκεῖον, κεκρα‐ μένον τῷ ξηρῷ· τοιαύτη δ’ ἂν εἴη καὶ ἡ κρᾶσις τοῦ Ἄρεως. ἐν δὲ τῷ μέσῳ τὸ θρεπτικὸν καὶ αὐξητικόν ἐστι, καθ’ ὃ ἐρρώμεθα καὶ κινούμεθα· τόπος δὲ αὐτοῦ ἡ καρδία, ἀναλογοῦσα τῷ ἡλίῳ ἐν τῷ θερμῷ. μετὰ
15δὲ τοῦτο ἔρως καὶ ἐπιθυμία, ὁ μὲν ἐπὶ παιδείαν καὶ λόγους καὶ μαθήματα ἐκκαλούμενος, ἡ δὲ περὶ τὰς τῆς γαστρὸς ὀρέξεις καὶ τὰ ἀφροδίσια ἔχουσα. τόπος δὲ ἐκείνου μὲν τὰ κυρτὰ καὶ λεῖα τοῦ ἥπατος, τῆς δὲ τὰ κοῖλα, ἔτι δὲ καὶ τὰ κατὰ τοὺς νεφροὺς καὶ τὰ σπερ‐
20ματικὰ μόρια· ὧν ὁ μὲν κέκραται κατὰ τὸν τοῦ Ἑρμοῦ τῷ ξηρῷ καὶ θερμῷ, ὁ δὲ τῷ τῆς Ἀφροδίτης παρα‐ πλησίως, τῷ ὑγρῷ καὶ θερμῷ· τὰ δὲ μετὰ ταῦτα ψυχρότερα ὄντα καὶ ἧττον ἔναιμα τῇ Σελήνῃ ἀναλογεῖ, δεχομένῃ τὰς ἐξ ἁπάντων ἀπορροίας καὶ μηδεμίαν
25τελείως ἐμφαινούσῃ. εἰ δὲ καὶ τόπους ἐν τοῖς σώμασι τῶν ζῴων τούτους ἔχειν φαμέν, ἀλλ’ οὐ καὶ τὰς ἐν αὐτοῖς ἀνισχομένας δυνάμεις· ψυχῆς γὰρ αὗται οἰκεῖαί
εἰσιν. ὥσπερ δὲ οὔτε πῦρ οὔτ’ ἀὴρ ἢ ὕδωρ καθ’38

39

αὑτὰ ἂν ἔμψυχα λέγοιτο, ἀλλὰ μεταλαμβάνοντα τῆς 〈τοῦ〉 κόσμου ψυχῆς ὡς μέρη ζωοῦνται (ἥτις δ’ ἂν εἴη αὕτη καὶ εἴτε ζωή τις καὶ οὐσία δευτέρα, εἴτε τῆς πρώτης ἀπορροή, τό γε νῦν εἶναι παρίημι), οὕτως
5οὐδὲ παρ’ ἡμῖν αἷμα καὶ φλέγμα καθ’ αὑτὰ ἔμψυχα, ψυχῆς δὲ μετουσίᾳ ζωήν τε ἴσχει καὶ δύναμιν. πόθεν δὲ αὕτη καὶ εἴτε ἀπόμοιρά τις τῆς τοῦ κόσμου ψυχῆς, ὥσπερ τῆς πρώτης ἐκείνη, εἴτε ἄλλοθέν ποθεν ἥκει, ἐν κοινῷ καὶ τοῦτο σκοπεῖν παρίημι. ἀλλ’ ὥσπερ ἐν
10ἡμῖν καὶ ἀπαθέστερον καὶ θειότερον, νοῦς δ’ ἂν εἴη τοῦτο καὶ ψυχὴ λογική, καὶ αὖ ὑλικώτερον καὶ παθη‐ τικόν, ὁποῖον τὸ αἰσθητικόν τε καὶ θρεπτικόν, παρα‐ πλησίως δὲ κἀν τῷ κόσμῳ τοῦτ’ ἄν τις εὕροι. ἀλλὰ τὸ μὲν θειότερον ἀφανὲς καὶ ἄγνωστον παρ’ ἡμῖν, τὸ
15δὲ τὰ δεύτερα φέρον οἱ πλάνητες τῶν ἀστέρων εἰσίν, ὧν ἕκαστος κατὰ τὴν τάξιν καὶ τὴν κρᾶσιν εἴληφε. 〈δʹ〉 Τούτων οὕτως ὑποτεθειμένων δήλη ἂν εἴη καὶ ἡ ἄλλη πρὸς τὰ ἐπὶ γῆς τούτων συντέλεια. οἶμαι δὲ κοινὴν εἶναι δόξαν πάντας φύσει τε καὶ ἔθει καὶ
20προαιρέσει πρός τε τὸ κρεῖττον καὶ τοὐναντίον ὡρ‐ μῆσθαι· ἡ μὲν γὰρ τὴν πρώτην κίνησιν, τὸ δὲ τὴν ἕξιν παρέχεται, ἡ δὲ προαίρεσις πρὸς ἔργον ἄγει τὸ σπουδαζόμενον. εἰ οὖν τις λέγοι τοῖς μὲν κατὰ φύσιν ἐνεργουμένοις ἀγαθοῖς ἢ κακοῖς μήτε δίκην μήτε μὴν
25μισθὸν ἕπεσθαι, τὰ δὲ κατ’ ἔθος τε καὶ προαίρεσιν ἀπολαμβάνειν κατ’ ἀξίαν τὰς ἀμοιβάς, οὐκ ἂν ἔξω τῆς φύσεως αὐτῆς φέροιτο. τὰ μὲν γὰρ κατὰ φύσιν ἐκ τῆς τῶν ἀστέρων πρὸς ἀλλήλους συμπλοκῆς καὶ ποιᾶς
σχέσεως τῶν στοιχείων ἐγγίνεται, τῶν δὲ κατὰ προ‐39

40

αίρεσιν οὐκ ἔστι τὸ αἴτιον παρ’ αὐτοῖς· ἀλλ’ ὅσα λόγῳ καὶ διανοίᾳ κινεῖται, οἴκοθεν καὶ ἐξ αὐτῶν τὴν κίνησιν ἔχει, τὸ δὲ τούτων εἰς οὐδὲν ἔτ’ ἀναφέρειν ἔστιν. ἐκ τούτου δή φημι σαφέστατα δείκνυσθαι, ὡς φυσικὸν
5μὲν ἐν τῷ παντὶ σύμβαμα ἔνεστιν ἐκ τῆς τῶν ἀστέρων παρατηρήσεως καὶ ἐπιστήμης εὑρεῖν, τῶν δὲ κατὰ προαίρεσιν γινομένων οὐδεμία τις γνῶσις ἢ ἐπιστήμη γένοιτο. λέγω δὲ κατὰ φύσιν μὲν ἐνιαυτῶν εὐφορίας καὶ τὰς τούτων ὑγιεινὰς καταστάσεις θέρη τε καὶ
10χειμῶνας ἀλλήλοις σύμμετρα, παρὰ φύσιν δὲ ὅσα ἔργα λιμοῦ καὶ λοιμοῦ αὐχμούς τε καὶ ὄμβρους καὶ νόσους ἐν ζῴοις καὶ προσέτι φθοράς. μάτην οὖν πονοῖεν καὶ κατατρύχοιντο οἱ δυναστείας ἢ δόξας καὶ γάμους, ἔτι δὲ πλούτους καὶ νίκας ἐντεῦθεν προειδέναι πειρώμενοι,
15ὥσπερ ὅ φασιν ἀπὸ λύκων πτερὰ ζητοῦντες ἢ τὸ ἐκ τῆς ψάμμου σχοινίον πλέκοντες. τί γὰρ κοινὸν τοῖς οὐρανίοις πρὸς τὴν ἐπὶ καιροῦ δυναστείαν, εἰ πάντες παρ’ ἐκείνοις ὁμότιμοι; τίς δὲ κοινωνία πρὸς πλοῦτον· ἅ γε οὐκ εὐθὺς τῇ τοῦ παντὸς συνεισῆλθε γενέσει,
20ἀλλὰ χρόνῳ ὕστερον κακοδαιμόνων τινῶν ἀδικίᾳ καὶ πλεονεξίᾳ χρησαμένων εὑρήματα γέγονε; πῶς δὲ εἰκὸς τοῖς γινομένοις μάχας καὶ πολέμους συνάπτειν, ὅπου γε ἐξ ἀρχῆς μὲν οὗτος τῇ φύσει ἀπείρηται, φιλίαν δὲ καὶ ὁμόνοιαν ἀσπάζεσθαι τὸ παράπαν νενομοθέτηται;
25ἀλλ’ οὐδ’ ἀπὸ τῆς βλάστης ἢ τοῦ λεπυρίου τὸν σῖτον οἷόν τ’ ἐστὶν ὁποῖος ἂν γένοιτο ἀποφαίνεσθαι· δεῖται γὰρ μεταξὺ πολλῶν, οἷον θέρμης καὶ ὑγρότητος τῆς μετρίας καὶ τῆς τῶν παραφυομένων καὶ λυμαινομένων καθάρσεως. σὺ δέ, εἰπέ μοι, γάμους καὶ παιδοποιΐας
30καὶ χρημάτων κτήσεις ἐκ τῆς περὶ τοὺς ἀστέρας ἐπι‐
στήμης προειδέναι πειρώμενος οἴει τι προύργου ποιεῖν;40

41

νοῦν δὲ ἔχοντος ἦν τὴν ἀρχὴν μὴ τὰ τοσοῦτον ἀπῳ‐ κισμένα συνάπτειν μηδὲ γῆν ὅ φασιν οὐρανῷ μιγνύναι. διαφόρων γὰρ ἀρχῶν διάφορα καὶ τὰ τέλη εἶναι εἰκὸς καὶ πολλῶν ἐκείνων οὐσῶν ταῦτ’ ἀλλήλοις οὐ συμφωνεῖ,
5ἄλλως τε οὐ δεῖ πλείονος λόγου τὰ καθ’ ἕκαστον τῇ φύσει γενέσθαι. 〈εʹ〉 Τὸ δὲ καὶ τὰς ζωὰς αὐτὰς τοῖς ποικίλοις σχήμασι φάσκειν ὁρίζεσθαι ποίαν ὑπερβολὴν ἀνοίας ἐκπέφευγεν; ἢ πόθεν τις αὐτοὺς ἐλέγχειν πειρώμενος
10ἀπειροκαλίας ἔγκλημα φεύξεται; πρῶτον μὲν γὰρ ὁρῶμεν γένος σχεδὸν ὅλον τῶν αὐτῶν εἰδῶν καὶ ἠθῶν· εἶτα ἐκ νοσωδῶν νοσώδεις γενομένους καὶ αὖ ἐξ εὐεκτικῶν ἐρρωμένους· καὶ τρίτον, ὅτι τὰ ἑλώδη τῶν χωρίων καὶ κοῖλα τοῦ θέρους λοιμώδεις διαθέσεις καὶ θάνατοι
15παρὰ φύσιν ἐπέχουσιν, οἱ δὲ ἐν τοῖς ὑψηλοῖς καὶ εὔπνοις κάλλιστα ἀπαλλάσσουσι. προσκείσθω δέ, εἰ βούλει, καὶ τέταρτον, τὸ μακροβιωτέρους μὲν ἐν ταῖς θερμοτέραις, τοὐναντίον δ’ ἐν ταῖς ψυχροτέραις οἰκή‐ σεσι γίνεσθαι· ἃ πάντα οὐκ ἂν συνέβαινεν, εἰ παρ’
20ἐκείνοις ἦν ὁ ὅρος τῆς τελευτῆς· ἀνάγκη γάρ, εἰ τὸ τοιόνδε σχῆμα μακροβίους πάντας τοὺς κατὰ ταὐτὸ τεχθέντας καθίστη· τὸ αὐτὸ δὲ εἰκὸς ἐν πάσαις ἢ πολλαῖς τῶν οἰκήσεων εἶναι καὶ κατὰ ταῦτα ἔδει πάντας μακροβίους ἢ βραχυβίους γίνεσθαι. ὃ δὲ πᾶσαν
25τὴν ἀτοπίαν αὐτῶν ἐξελέγχει, μικροῦ με παρέδραμεν.
ὁρῶμεν γὰρ δίδυμα κατὰ τὴν αὐτὴν ὥραν σχεδὸν41

42

γενόμενα, καὶ δύο κατὰ ταὐτὸν ἔσθ’ ὅτε ἀπέτεκον, ὧν τὸ μὲν μικρὸν διαλιπὸν ἐτελεύτησε, τὸ δ’ ἐπὶ μακρὸν χρόνον περιεγένετο. πῶς οὖν ἅμα σπαρέντα τε καὶ εἰς φῶς ἐκθορόντα τὰς ἐναντίας κράσεις ἐπεσπάσαντο; ἤδη
5δέ που δύο ἢ καὶ τρεῖς ἐκ ταὐτοῦ γεγονότες αἵματος χρόνῳ ὕστερον τῇ ὁμοίᾳ περιπεσόντες νόσῳ ἐξ ἀνθρώ‐ πων ἐγένοντο. πότερ’ οὖν 〈ὅτι〉 οἱ ἀστέρες παραπλη‐ σίως ἐν τῇ γενέσει τούτων ἐσχηματίζοντο, ἢ ὅτι κατ’ ἐκεῖνο τὸ μέρος τὸ σπέρμα νοσοῦν νόσον ὕστερον τοῖς
10γενομένοις ἐπήγαγεν; ἐγὼ μὲν οὕτω τἀληθὲς εἶναι τί‐ θεμαι. οὐδὲ γὰρ οἷόν τε οὔτε τὸν αὐτὸν ἐν πάσαις ταῖς γενέσεσιν ἀνατέλλειν ἢ δύεσθαι οὔτε τὸν μεσημ‐ βρινὸν τυχεῖν τέμνοντα. 〈ϛʹ〉 Νόσους γὰρ καὶ ὑγείας καὶ μακροβιότητας καὶ
15βραχυβιότητας ἐνεργοῦσι μὲν καὶ αἱ κατὰ τόπους δια‐ φοραί, λέγω δὴ τὰς ἐν αὐτοῖς θερμότητας καὶ ψύξεις καὶ εὐφυΐας καὶ ἀφυΐας· ποιοῦσι δὲ καὶ αἱ τῶν ἡλικιῶν μεταβολαὶ καὶ μάλιστα ἡ τοῦ σπέρματος, ὅπως ποτ’ ἂν ἔχοι, δύναμις καὶ τὰ γυμνάσια, καὶ αἱ τῶν τροφῶν
20δὲ ἀμετρίαι καὶ καταχρήσεις ἢ ἔνδειαι γεννῶσι πάθη, ἐξ ὧν οἱ θάνατοι. πῶς οὖν τὰ ποικίλας καὶ πολυ‐ σχιδεῖς ἀρχὰς ἔχοντα δύναιτ’ ἄν τις ἀπταίστως ὁρίζε‐ σθαι; πλὴν ἀλλ’ ἐπείπερ ἡ ψυχὴ κατὰ λόγον καὶ ἁρμονίαν τῷ σώματί γε συμπέπλεκται καὶ ταύτης δια‐
25λυθείσης καὶ ὁ θάνατος ἕπεται, ἁρμονίαν δὲ χρὴ νομίζειν τὴν συμμετρίαν τοῦ θερμοῦ καὶ ὑγροῦ καὶ ψυχροῦ καὶ ξηροῦ, σκοπεῖν χρὴ τὴν ὑπερβολὴν ἢ ἔν‐ δειαν ἑκάστου αὐτῶν. ἐκ τούτου δ’ ἕπεται εἰς τοὺς
ἰατρικοὺς τῶν λόγων ἐκπίπτειν· τὰ γὰρ τοιαῦτα ζητεῖν42

43

ἐκείνων μᾶλλόν ἐστιν. ἡ δὲ τελευτὴ τοῖς ζῴοις ὡρισμένη μέν ἐστιν ἐξ ἀρχῆς τῇ φύσει, ἀφ’ οὗπερ καὶ τὸ πᾶν τόδε συνέστη, ὥστε ἥκειν ἕκαστον μέχρι τῶν ἱδρυμένων παρ’ αὐτῆς ὅρων καὶ μὴ τὸ τοῦ λόγου ὑπὲρ τὰ ἐσκαμ‐
5μένα πηδᾶν· σπέρματος δὲ ῥώμη καὶ μέτρα διαίτης καὶ γυμνασίων καὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων εὐ‐ κρασίαι μέχρι τῶν ὅρων, ἔστι δ’ ὅτε καὶ ἐπὶ πλέον ἐκτείνουσι τὴν ζωήν· τὰ δ’ ἐναντία τοὺς παρὰ φύσιν ἐν νεότητι ποιοῦσι θανάτους, ὥσπερ τὸ συγκείμενον
10τῇ φύσει συστέλλοντα. τοὐντεῦθεν δὲ ἡμῖν σαφὲς τὸ λειπόμενον γίνεται μηδὲν μέτρον καὶ ὅρον τοῦ τέλους ἑκάστου τῶν γενομένων ἐπιζητεῖν· ἢ μηδὲ κώνειον καταποθὲν ἐπάγειν θάνατον φῶμεν μηδὲ τοὺς ὑπὸ τῆς ἐχίδνης πληγέντας ἀντίδοτον ὅσον οὐκ ἤδη ψυχομένους
15ἰᾶσθαι. πολλὴν δὲ καὶ ἄλλως ἀνισότητα καὶ ἀπειρο‐ καλίαν τοῦ δημιουργοῦ κατασκεδάζειν ἔστιν, εἰ διὰ παντὸς ἀνάγκη φροντίζειν, τὸν [δε] μὲν διὰ τῶνδε ἀπελθεῖν ἐκ τοῦ βίου βιαίῳ δήπου καὶ ἀπανθρώπῳ θανάτῳ, τὸν δ’ ἐπὶ μακρὸν τοῦ βίου ἐξήκειν καὶ ὅ
20φασιν ἐπὶ γήραος οὐδόν, καὶ κατὰ φύσιν θανάτῳ καταλῦσαι τὸν βίον· ὥσπερ οὐκ ὄντων ἑτέρων βελτιό‐ νων, ἐφ’ ἅγε τὴν γνώμην τρέψεται. Δῆλον οὖν, ὡς τὸν τῆς φύσεως ὅρον οὐχ οἷον οἱ πολλοί φασιν εἶναι τιθέμεθα· ἀλλ’ ὅτι μὲν ἕκαστος
25τῶν ἀστέρων πρὸς τὴν τοῦ ζῴου συμβάλλεται γένεσιν καὶ πρὸς ὅ,τι, καὶ οἵαν τάξιν ἐν τῷ σώματι τούτου
κεκλήρωται, ἱκανῶς ἐπεξείργασται. ἐπεὶ δὲ οὐ ταυτὸν43

44

ἐν πάσαις ταῖς γενέσεσι τηροῦσι σχηματισμόν, ἀλλ’ οὐδὲ μὴν οἷόν τε πάντας ἐν ὁποιᾳδηποτοῦν ὑπὲρ γῆν τυχεῖν ὄντας, τόπος δὲ οὗτος ὡμολόγηται εἶναι ζωῆς, φημὶ δή· ὁποῖος τῶν ἀστέρων κατὰ τὸν καιρὸν τῆς
5γενέσεως ἄνεισι τὸν ὁρίζοντα, ἐνεργόν τε μάλα καὶ δραστικὸν ἐνιέναι τὴν αὑτοῦ δύναμιν ταὐτόν τε παρέχειν καὶ δύνασθαι, μέχρις ἂν 〈ἐν〉 μέσῳ τοῦ οὐρανοῦ γέ‐ νοιτο· εἰ δὲ δύο ἢ καὶ τρεῖς ἀνιόντες τύχοιεν, τὸ αὑτοῦ πράττειν ἕκαστον· τὸ δὲ μετὰ τοῦτο εἰ πρὸς δύσιν
10ἀποκλίνειεν, ἧττον τὰς ἐνεργείας ἐνδείκνυσθαι. ὑπὸ γῆν μέντοι γενόμενος παντάπασιν ἀδρανής, μέχρις ἂν ἐξ ὑπαρχῆς πάλιν πρὸς ἕω ἀφίκηται· πρὸς γὰρ τὰς ἀποστάσεις εἰκὸς καὶ τὰς ἐνεργείας παρέχεσθαι. ὅλως τε ὁ καθ’ ἡμᾶς οὗτος βίος τῷ ἀπ’ ἀνατολῆς ἡλίου
15μέχρι δύσεως χρόνῳ καὶ τόπῳ ἀπείκασται, τὸ δὲ λοιπὸν σκότος καὶ θάνατος μάλα τοι συνᾴδειν ἐοίκασιν, ὥσπερ ἡμέρα τε καὶ ζωή· καὶ ὁ δημιουργὸς σοφῶς ἄγαν ἔοικεν ἡμῖν ἐγγὺς καὶ ἐπ’ ὄψεσι θεῖναι τὸ τοιοῦτον παρά‐ δειγμα· εἰκὸς δὲ καὶ τοὺς ἀστέρας κατὰ τοῦτο τὰς
20σφῶν ἐνεργείας παρέχεσθαι. 〈ζʹ〉 Τὸ δ’ ἐντεῦθεν ὁρῶ τὰ μέγιστα τοὺς ἀπλανεῖς τῶν ἀστέρων συμβαλλομένους, τοὺς τοῦ πρώτου καὶ δευτέρου μεγέθους φημί. ὅτι μὲν γὰρ καὶ οὗτοι τῇ τῶν ἑπτὰ ποιότητι κέκρανται καὶ δι’ ἣν αἰτίαν τῷ
25τούτων χορῷ τὸ οὐράνιον σῶμα θαυμαστῶς οὕτω πε‐ ποίκιλται, καὶ πρότερον εἴρηται. ἐπεὶ δὲ κατὰ πάσας τὰς γενέσεις οὐχ οἷόν τε τῶν πλανήτων ἀνατέλλειν
τινά, ἀλλ’ ἔστι μὲν ὅτε γίνεται τοῦτο, ἔσθ’ ὅτε δ’ οὔ,44

45

τούτου χάριν οὗτοι τὴν αὐτὴν τοῖς πλάνησι συντέλειαν παρεχόμενοι γίνονται, ὁπότε μηδεὶς αὐτῶν τὴν χρείαν ἀποπληρώσειεν, ὥσπερ δὴ κἀν τῷ καιρῷ τῶν τῆς σε‐ λήνης ἐκλείψεων. διὰ τοῦτο καὶ καθ’ ἕκαστον δωδε‐
5κατημόριον δύο ἢ καὶ τρεῖς που ἀνατέλλοντες φαίνονται· καὶ δῆλον ὡς ταὐτὸν ἂν ἐκείνῳ ποιήσειεν, οὗ τῆς κράσεως ἔσπασεν· οὐδένα δὲ οἶμαι εἰκὸς ἀγνοεῖν, ὡς οἱ κατὰ τὸ βόρειον ἡμισφαίριον ἐνεργοὶ παρ’ ἡμῖν εἰσι μᾶλλον τῶν τοσοῦτον ἀπεχόντων κατὰ τὸ νότιον. δοκεῖ
10δέ μοι καὶ περὶ τῶν ὑπολοίπων εἶναι διαληπτέον. 〈ηʹ〉 Τὴν δὲ ἀρχὴν ἀπὸ τῆς σελήνης προσῆκον ἂν εἴη ποιήσασθαι. ζοφῶδες μὲν οὖν καὶ μανὸν ταύτῃ τὸ σῶμα διὰ τὴν τῶν ἐπιγείων προσπάθειαν. οὐ γὰρ μόνον μεταβάλλειν καὶ μεταποιεῖν ἔχει, ἀλλὰ καὶ τῆς
15[ἐκ] τούτων φύσεως μεταλαμβάνει τὸ μέρος. καί τις ἀτμώδης ὑγρότης ἄνεισι πρὸς αὐτήν, ἣν ἔσθ’ ὅτε μὲν ἀναλοῦν ἔχει, ὅλῳ τῷ φωτιζομένῳ μέρει πρὸς γῆν νεύουσα, ἔστι δ’ ὅτε προσλαμβάνει, εἰς τοὐναντίον σχῆμα καθισταμένη. εἰκὸς δὲ καὶ ξηρότερον μὲν τότε
20τὸν ἀέρα διατιθέναι, ὑγρότερον δ’ ἐν συνόδῳ διὰ τὴν εἰρημένην αἰτίαν. πῶς οὖν κατὰ πᾶσαν σύνοδον ὑγρό‐ τητα ἐκ τῆς γῆς ἀνασπῶσα οὐ κατὰ πᾶσαν σύνοδον αἴσθησιν ἡμῖν ἐναργῆ παρέχεται; οὔτε γὰρ καθ’ ἑκά‐ στην ὑετὸς καταρρήγνυται καὶ ἐν οὐκ ὀλίγαις οὐδεμίας
25τις ταραχὴ περὶ τὸν ἀέρα συμβαίνει. τί οὖν; ψεύδεσθαι ἂν φαῖμεν τὴν πρώτην ὑπόθεσιν, ἢ ποικίλων τῶν τοῦ ὁρίζοντος τόπων ὄντων οὐχ ὁμοίαν κατάστασιν ἐν αὐτοῖς ὁ ἥλιος διατίθησιν; εἰ μὲν γὰρ καὶ τὰς τῶν
ἀπλανῶν καὶ πλανήτων ἀνατολὰς καὶ κρύψεις αἰτιᾶταί45

46

τις ἐνταῦθα οὐ μικράν τινα ἐργάζεσθαι τὴν διαφοράν, ὀρθῶς μὲν ἴσως ἔσται σκοπῶν, ἀνήνυτος δὲ αὐτῷ κεί‐ σεται ἡ σπουδή. ληπτὸν γάρ τι αὐτῷ ἐκ τούτων ἑτοίμως ἔσται οὐδέν, ἢ παντὸς ἂν οὑτινοσοῦν τὰ τοι‐
5αῦτα εἰδέναι τε καὶ προμηνύειν ἐγίγνετο. ἐπεὶ δὲ ὁ ἥλιος πᾶσαν μὲν ὑγρὰν ἐπὶ γῆς σύστασιν ἕλκειν καὶ διαλύειν φύσιν ἔχων ἐστί, δεῖ δὲ ταύτην διαλυθεῖσαν κατὰ τὸν τῆς ἰσότητος λόγον κατιοῦσαν αὖθις σύστασιν σχεῖν, ὑπὲρ γῆν μὲν ὄντος αὐτοῦ τοῦτο γενέσθαι οὐχ
10οἷόν τε, ὑπὸ γῆν δὲ γενομένου οὐδὲν ἐμποδών. Ὁ μὲν οὖν πρὸς ἀνατολὰς τόπος εἰκότως ὑγρότητα μετὰ θέρμης ἐφέλκεται, τὸ μὲν ὑγρὸν ἔχων ἀπὸ τῶν συνισταμένων ὑπὸ τῇ νυκτὶ ἀναθυμιάσεων, τὸ δὲ θερμὸν ἀπὸ τῆς προσβολῆς τοῦ ἡλίου. τηνικάδε γὰρ
15καὶ δρόσοι καὶ πάχναι ἐπὶ γῆν καταφέρονται διὰ τὸ συνεχῆ μὲν γίνεσθαι τότε μάλιστα ἑαυτῷ τὸν ἀέρα, ὑγραίνεσθαι δ’ ἐπὶ πλέον καὶ ὑγραίνειν ἡμᾶς. ὁ δὲ πρὸς ταῖς μεσημβρίαις θέρμης αἴσθησιν εἰκότως, προσ‐ βάλλει· ὁ γὰρ ἥλιος ἤδη τὴν περὶ γῆν διασκεδάζων
20ἀτμίδα διὰ τὸ καὶ κατὰ κάθετον ἔτι τὰς ἀκτῖνας ἐπι‐ βάλλειν οὐκ ἀνεκτὴν θέρμην ἐργάζεται. ἀλλ’ ὁπότε δὴ πρὸς δύσιν ἐξίκοιτο, τοῦ μὲν περὶ γῆν ὑγροῦ τελέως ἐξικμασμένου, τοῦ δ’ ὑπὸ γῆν ἀκινήτου ἔτι καὶ συν‐ εχοῦς μένοντος ξηρότατον τὸν χρόνον τοῦτον καθίστησι,
25καὶ λοιπὸν ὑπὸ γῆν ἰὼν τῇ ἐς τοσοῦτον ἡμῶν ἀπο‐ στάσει τἀναντία διατιθεὶς φαίνεται, ἀποπέμπων μὲν ἐκεῖθεν τὰς εἰρημένας συστάσεις, ψυχρότερον δὲ καὶ δι’ αὐτὸ συνεχῆ τὸν καθ’ ἡμᾶς ἀέρα δεικνύς, μέχρι πρὸς
ἕω γενόμενος τὴν πρώτην αὖθις ἐπαγάγοι κατάστασιν.46

47

〈θʹ〉 Ἐπεὶ γοῦν αἱ γινόμεναι σύνοδοι πάντας τοὺς τοιούτους τόπους. ἀμείβουσιν, οὐδὲν ἀπεικὸς ὑγρότερον μὲν ἐκεῖνον τὸν τῆς συνόδου χρόνον γενέσθαι, ὅστις ἐν τῷ ὑγροτέρῳ καθ’ ἡμᾶς τόπῳ τὴν ἀρχὴν ἔσχηκε,
5θερμότερον δὲ ἢ ξηρότερον τὸν ἐν τῷ ὁμοίῳ τὴν σύνοδον γινομένην ἔχοντα. εἰ γὰρ φύσει, ὡς ἔφημεν, ὁ πρὸς ἕω τόπος ὑγρότερος ὢν προσλήψεται καὶ τὸ ἀπὸ τῆς σελήνης ὑγρόν, πυκνότερον καὶ ὑγρότερον ἐργάσεται τὸν ἀέρα ἐπὶ πολύ. καὶ οὐ δήπου κατὰ
10πᾶσαν οἴκησιν τοῦτο γίνεσθαι διατείνομαι· οὔτε γὰρ ὁ αὐτὸς πᾶσι τῆς ἀνατολῆς χρόνος οὔτε μὴν τῆς μεσουρανήσεως, ἀλλὰ καθ’ ἑκάστην σχεδὸν μοιριαίαν ἐναλλάττει διάστασιν. ἐντεῦθεν δ’ ἂν ὁρμώμενοι καὶ τὰς καθ’ ἕκαστον ἐνιαυτὸν εὐφορίας ἢ ἀφορίας ἢ
15αὐχμοὺς ἢ ἐπικλύσεις κατὰ τὰς οἰκήσεις μανθάνοιμεν. καὶ μὴν φύσεως ἡ σελήνη λαχοῦσα ψυχρᾶς εἰκότως καρηβαρίας καὶ ἐπιληψίας ἐπιφέρειν εἴωθεν, ὁπότε πρὸς τὸ ὑγρότερον μεταβάλλοιτο. τό τε γὰρ ἐμφράτ‐ τεσθαι τὰς διεξόδους τοῦ ψυχικοῦ πνεύματος ἔργον
20ὑγροῦ, ἥ τε νάρκη τὴν ἕδραν μονιμωτέραν ποιοῦσα ψυχρότητος ἴδιον. εἰ δὲ μὴ πᾶσι ταὐτὸ πάθος ἐπάγοι, αἴτιον τὸ μὴ προσφυῶς ἔχειν καὶ συμπαθῶς τὰς τῶν ἐγκεφάλων κοιλίας τὴν ἴσην μεταβολὴν δέξασθαι. ἀλλ’ οὐδὲ μέντοι τοὺς αὐτοὺς χρόνους, ἐν οἷς ἂν ἐπάγοι,
25τηρεῖ, οὗτοι δέ, ὡρισμένοι κατ’ ἄλλους λόγους ὄντες τε καὶ φαινόμενοι, μόνου ἂν εἶεν εἰδέναι τε καὶ φυλάττεσθαι τοῦ σοφοῦ. καὶ δῆτα, ὅσα μὲν ὑγρότητος καὶ αὐξήσεως δεῖται, ταῦτα τὸν χρόνον τοῦτον τρέφει
καὶ πρὸς ἐπίδοσιν ἄγει· ὅσα δὲ θέρμης καὶ ξηρότητος,47

48

ταῦτ’ ἂν ἴδοις τὸν ἕτερον τελειούμενα, καθ’ ὃν ἔφημεν ὅλῳ τῷ φωτιζομένῳ μέρει νεύειν εἰς γῆν. καὶ μὴν καὶ τῶν ἐν τῷ Ἀτλαντικῷ πελάγει γινομένων πλημμυρή‐ σεων καὶ αὖ ἐπαναχωρήσεων εἰκότως ἂν αὕτη τὴν
5αἰτίαν φέροιτο, Ἰβήρων τε καὶ Λιβύων παῖδες οὐδα‐ μόθεν ἄλλοθεν τὴν νουμηνίαν τεκμαίρονται. ἅμα τε γὰρ σύνοδος ἀκριβὴς καὶ ἅμα ὁ κατὰ τὰς στήλας πορθμὸς ἔξω ῥεῖν ἄρχεται φύσιν ἐχούσης, ὡς ἔφημεν, τότε τῆς σελήνης ἀνιμᾶσθαί τι γῆθεν ὑγρόν· μετὰ
10μικρὸν δὲ εἰς κύκλον ἧκε τὸ φῶς καὶ τὸ ῥεῦμα εἴσω πρὸς τὴν Λιγυστικὴν θάλατταν φέρεται. παράδειγμα δ’ ἂν εἴη λαβεῖν ἀπὸ τῶν ἐπικεχυμένων ἐν ἀγγείοις ὑγρῶν· μικρὰ γάρ τις ἐν αὐτοῖς ὤθησις τελείαν κίνησιν εἴργαστο καὶ οὐ πρότερον κατὰ χώραν ἐπάνεισι, πρὶν
15ὁ τὴν ὤθησιν πράττων παύσηται. 〈ιʹ〉 Οὐ μὴν ἀλλ’ ἐπειδὴ μεγάλην ἐν τοῖς γεννητοῖς δύναμιν εἴληχεν, οὐκ ἀλόγως ἄν τις φαίη καὶ πρὸς νόσον καὶ ὑγείαν τοῖς ζῴοις συμβάλλεσθαι· ἢ πῶς τοσαύτας ἑλίξεις καὶ μεταβολὰς ἂν ὑφίστατο, εἰ μὴ
20καὶ ταῦτα εἶχε διατιθέναι οἰκείως αὐτῇ; ὁ μὲν γὰρ [τὸ] ἥλιος τὸ εἶδος, αὐτὴ δὲ τὴν ὕλην παρεχομένη συνιστῶσι τὰ περὶ γῆν, μόνη τε ἐφ’ ἑκάτερα τοῦ διὰ μέσων τῶν ζῳδίων πλέον τῶν ἄλλων ἀφίσταται καὶ μόνη πλέον τῶν ἄλλων πάσχουσα φαίνεται, οὐ μόνον
25ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν τὸ αὐτῆς σῶμα ποικίλλεται. τοῦτο δ’ οὐδὲν ἄλλο ἢ τὴν πρὸς τὰ ἐπίγεια σημαίνει συμπάθειαν. ὃ γὰρ ἐν ζῴοις θάνατος, τοῦτ’ οἶμαι ἔκλειψις παρ’ αὐτῇ, καὶ ὃ
νόσος, τοῦτο τοῦ φωτὸς μείωσις. εἰ δὲ ταχέως ἐπανα‐48

49

σώζει τὸ φῶς, διὰ τοῦτο καὶ πλέον ὕλης ἀφίσταται καὶ μᾶλλον ἐκείνων νοερᾶς οὐσίας μετείληφε. καὶ τὸ ἀκριβῶς δὲ ἀμφοῖν τοὺς κύκλους ἡρμόσθαι τάχα μὲν ἂν καὶ ἄλλον τινὰ λόγον ἀπορρητότερον ἔχοι, δηλοῖ
5δ’ οὖν, ὡς ἡ ἕνωσις αὐτῶν καὶ συνάφεια συνίστησι καὶ διεξάγει τὰ περὶ γῆν. οἱ μὲν οὖν τόποι, ἐν οἷς τὸ τῆς ἐκλείψεως πάθος ὑφίσταται, βλαβεροὶ καθάπαξ εἰσίν· ἐὰν δὲ καὶ ἐν αὐτοῖς τύχῃ ἐκλείπουσα, λοιμοὺς καὶ αὐχμοὺς καὶ νόσους καὶ θανάτους παρὰ φύσιν καὶ
10πόλεων ἀναστάσεις καὶ δυναστῶν ὀλέθρους σημαίνει, καθ’ ὁποῖά ποτ’ ἂν ᾖ κλίματα· ὅπου δὲ πλέον τούτων ἀφίσταται, οὐκ ὀλίγα δοκοίη λυσιτελεῖν. ἀλλ’ ἵνα μὴ κατὰ παντὸς χρόνου ἐν ἑνὶ τόπῳ μένοντες † ἀμέθεκτον τὴν βλάβην παρέχωσι, διὰ τοῦτο ἰδίαν τινὰ καὶ οὗτοι
15ἐπὶ τὰ ἡγούμενα πεποίηνται κίνησιν, ὅπως τοὺς τόπους ἀμείβοντες ἐπίσης καὶ κατὰ τὰς οἰκήσεις ἀμείβωσι τὴν ἐνέργειαν. 〈ιαʹ〉 Ἐπανατείνονται μὲν γὰρ σαφῆ βλάβην, ἐν οἷς ἂν κλίμασιν ὅ τε ἥλιος καὶ ἡ σελήνη ἐκλείποντες
20φαίνωνται, οὐ μήν γ’ ἀπαραίτητον ταύτην ἐπάγειν εἰώθασιν. ἢν μὲν γὰρ σωφρονήσωσιν οἱ ἐν αὐτοῖς οἰκοῦντες, ἀπειλῆς χάριν μόνον ἐπάγεται· ἢν δὲ καὶ οὕτως οἱ αὐτοὶ μένωσιν, ὁ τῆς ἀπειλῆς τρόπος εἰς ἔργον μεθίσταται· τοῦτ’ οἶμαι τῆς προνοίας πανσόφως
25τεχνησαμένης ὑπὲρ τοῦ μηδ’ ἡντινοῦν εὐπρόσωπον ἀπολογίαν ἔχειν αὐτούς. ἢ τί σημείων ἔδει τὴν ἐκεῖ προερούντων φθοράν, εἴπερ φανέντα τε καὶ μὴ ταὐτὸν εἶχον δύνασθαι; βέλτιον δὲ ἦν ὅλως μηδὲ γενέσθαι, εἰ
μηδεμία τις ἀναβολὴ μηδὲ φυγὴ τοῦ κακοῦ ἐντεῦθεν49

50

ἔμελλεν ἔσεσθαι. καὶ οἶδα μὲν ὡς ἀντιπέσοι τις καὶ αὖθις ἐνταῦθα φάσκων, ὡς αἱ μὲν ἐκλείψεις περιόδοις τισὶ γινόμεναι φαίνονται, τὸ δ’ αὖ κακύνεσθαι καὶ διὰ τοῦτο βλάπτεσθαι τὸν βίον οὐ τεταγμένοις χρόνοις
5ὁρίζεσθαι. πῶς οὖν εἰκὸς τὸ τεταγμένον τῷ ἀτάκτῳ ἕπεσθαι; εἰ γάρ τι καὶ τοιοῦτον εἰκός ἐστιν ἐπινοεῖν, ἄμεινον εἶναι τοὐναντίον τῷ πρώτῳ τὸ δεύτερον ἕπεσθαι. ἴστω δ’ οὖν, ὡς οὐδ’ αἱ γινόμεναι ἐκλείψεις τὰς αὐτὰς ἀεὶ περιόδους φυλάττουσιν, ἀλλὰ τεταγμένας μὲν ταῖς
10ὁμαλαῖς τούτων κινήσεσιν, ἀτάκτους δὲ πρὸς τὸν αὐτὸν ἀναμετρουμένας χρόνον. οὕτω γὰρ ἐν ταῖς αὐταῖς οἰκήσεσι δὶς τοῦ ἔτους ἡ σελήνη ἐκλείπουσα φαίνεται, ἄλλοτε δ’ ἅπαξ, ἤδη δὲ καὶ διὰ δύο καὶ τριῶν ἢ καὶ πλειόνων ἐτῶν. ὥστε τὸ τεταγμένον οὐκ οἶδ’ ὅπως
15ἄτακτον κατ’ ἄλλον τρόπον φανεῖται, ἄλλως τε δὲ καὶ ὁ ταῦθ’ οὕτως ὑπὲρ λόγον δημιουργήσας τὸ ἐσόμενον ἐπίσης οἶδε τῷ ἀπιόντι, καὶ εἰ τοῖς ἀπὸ τῶν περιοδικῶν ἐκλείψεων τούτων σημείοις ἀνέφηνέ τι τῶν κατ’ ἄγνοιαν τοῦ βελτίονος συμβαινόντων ἡμῖν, διὰ τοῦτο καὶ μᾶλλον
20δίκαιος ἂν εἴη τῆς σοφίας θαυμάζεσθαι. Ἀλλ’ ἐνταῦθα ἀνάγκη σκέπτεσθαι τὸν σοφόν, πῶς ἂν καὶ πότε κἀπὶ ποίᾳ τῶν οἰκήσεων εἰς ἔργον ἄγοιτο τὸ φανθέν· λήψεται δὲ σημεῖα μὲν ἐναργῆ τῶν καθ’ ἕνα ἀπὸ τῶν τότε ἀνατελλόντων τε καὶ μεσουρανούν‐
25των, ὡς ἔφημεν, τῶν πόλεων δὲ ἀπό τε τῶν περὶ ἑκάστου τῶν κλιμάτων κατὰ μῆκος εἰρησομένων ἡμῖν καὶ ἀπὸ τῶν κατὰ πλάτος αὐτῶν θέσεων. ἀλλ’ οὐδὲ τοῦτο χρὴ παριέναι, εἰ τελεία τις ἡ ἔκλειψις εἴτε καὶ
μὴ γέγονε καὶ εἴτε ἀπὸ βορρᾶ εἴτ’ ἀπὸ νότου τὰ σώματα50

51

σκιάζεσθαι ἤρξαντο. καὶ μή με οἴου ταῦτα ἄλλως λέγειν τερατευόμενον. ὅπου γὰρ διᾴττων ῥυεὶς πνεῦμα ὅθεν ἐρρύη ἐμήνυσε καὶ κομήτης φανεὶς αὐχμούς τε καὶ ἄρχουσιν ἀπαίσιά τινα προεσήμανε, πῶς εἰκὸς τὰς
5ἐκλείψεις εἰκῇ καὶ ὡς ἔτυχε φάσκειν γίνεσθαι; ἀλλὰ μὴν καὶ τὰς περὶ τὴν σελήνην ἅλως ὁρῶντες ἐν εὐδίᾳ σταθερᾷ τοῦ ἀέρος ὄντος ὑετοὺς ἢ χειμῶνας προλέγομεν· καὶ διοσημεία τοῦτο κατ’ ἀνθρώπους ἐστίν, ὅθεν ἔστι τὸ ἐσόμενον εὐστόχως σκοπεῖσθαι καὶ τῇ ἀπὸ τούτου
10βλάβῃ ἀπροόπτως μὴ περιπίπτειν. ἀλλ’ εἰς τόδε μὲν ὑπὸ τῆς τοῦ λόγου συνεχείας οὐκ οἶδ’ ὅπως ἐξήχθημεν. 〈ιβʹ〉 Ἐχόμενον δ’ ἂν εἴη περὶ τῆς τῶν κλιμάτων θέσεώς τε καὶ τάξεως τοὐντεῦθεν διαλαβεῖν, ἵν’ ᾖ ἐξειργασμένη ἡμῖν ἡ περὶ ταῦτα σπουδή. τὸ μὲν οὖν
15ἐξελέγχειν τοὺς περὶ τὰ τοιαῦτα σχολάζοντας, εἶτα μηδὲν σαφὲς μηδ’ ἐναπόδεικτον δεδυνημένους εἰπεῖν οὔθ’ ὁ καιρὸς δίδωσι καὶ τοῖς ὅλως νοῦν ἔχουσιν ἐξετάζειν τὰ τοιαῦτα παρίημι. οὔτε γὰρ καρκίνον μὲν λέγουσιν Ἀρμενίας καὶ Ἀφρικῆς κυριεύειν οὔτ’ αὖ
20αἰγοκέρωτα Συρίας καὶ Ἰνδικῆς, ἔτι δὲ καὶ Θρᾴκης εὖ φρονῶν ἄν τις πιστεύσειεν. εἰ γὰρ τοσοῦτον ἡ Θρᾴκη τῆς Ἀρμενίας ὅσον † ὅρον βορειοτέρα, πῶς ἐναλλὰξ τὸ μὲν νοτιώτατον τοῦ βορειοτάτου σχεδὸν δεσπόσειε, τὸ δὲ βόρειον οὐ τοῦ μετέχοντος τῆς αὐτῆς
25αὐτῷ θέσεως, ἀλλὰ καὶ τοῦ νοτιωτέρου πολλῷ; ἢ πῶς τὸ αὐτὸ καὶ ἓν ζῴδιον Ἰνδικῆς ἅμα καὶ Θρᾴκης ἐφέξει
τὴν ἐφορείαν; οὔτε γὰρ ταὐτοῦ κλίματός εἰσιν οὔτε51

52

ὑπὸ τὸν αὐτὸν παράλληλον πίπτουσιν, εἴ γε Θρᾴκη μὲν τοῦ ἰσημερινοῦ τὸ μέσον ἀπόστημα πέντε καὶ τεσσαράκοντα μοίρας ἀφίσταται, Ἰνδικὴ δὲ τὸ μέγιστον πεντεκαίδεκα. ἐῶ γὰρ λέγειν, ὅτι οὐδὲ ὁ διὰ μέσων
5τῶν ζῳδίων μέχρι τοῦ κατὰ κορυφὴν τῆς καθ’ ἡμᾶς οἰκουμένης ἥκει, εἴ γε τὸ βορειότατον αὐτοῦ δωδεκα‐ τημόριον κατὰ κορυφὴν τοῖς ἐν Συήνῃ ἐστίν. ἀλλὰ ταῦτα μὲν οὐχ ἁπλῶς οὕτω καὶ εὐήθως παραδεξόμεθα. Ὃ δὲ ἡμῖν κατὰ λόγον εὕρηται, τούτῳ βέλτιον
10οἶμαι πείθεσθαι. ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν κριῷ γενό‐ μενος ἄρχεται ζῳογονεῖν καὶ τρέφειν ζῷά τε καὶ φυτὰ κατὰ τὸ βόρειον ἡμισφαίριον, εἰκότως ἂν ἀρχὴ τοῦτο τοῦ πρώτου καὶ ὑπὸ τὸν ἰσημερινὸν κλίματος λέγοιτο, ὅπερ ἀρίστης πάντων καὶ πρώτης θέσεως ὂν ἄοικον
15μὲν δοκεῖ εἶναι διὰ τὸ μὴ ἐκεῖθεν ἀφικνεῖσθαί τινας, Ἕλληνες δὲ οὐκ ἄοικον παντάπασιν ἐπεφήμισαν· ἐκεῖ γὰρ τὸ Ἠλύσιον πεδίον εἶναι παρέδοσαν καὶ τοὺς καλοὺς κἀγαθοὺς τὸν βίον καταλύοντας ἐκεῖσε εὐθὺς ἀπέρχεσθαι. καὶ οὐδὲν ἴσως ἄτοπον ὕλῃ ψυχὴν μιγεῖσαν
20καὶ τὸ οἰκεῖον κάλλος ἀμιγὲς κηλῖδος φυλάξασαν διὰ τέλους παραμένειν ἐκεῖ. τόν τε γὰρ δημιουργὸν οὐδὲν ἧττον κἀκεῖθεν ἐποπτεύσει καὶ γνώσεται, ὅτι μηδὲ πᾶν διάστημα ἐμποδὼν οἷόν τε γενέσθαι αὐτῇ, ἀλλὰ καὶ τὰ ἐν ποσὶ καὶ τὰ ἐκτὸς οὐρανοῦ καὶ ἔτι τὰ νέρθεν
25γῆς ἐπίσης τε καὶ δμοίως ὄψεται· ὅ τε χῶρος ψυχαῖς ἀθανάτοις ἐμβιοῦν παντὸς μᾶλλον ἐπιτηδειότερος καὶ σεμνότερος. καὶ τί δεῖ πλείω λέγειν, ὅπου γε καὶ οἱ καθ’ ἡμᾶς ἐκεῖ τιθέασι τὸν παράδεισον καὶ τὴν πρώτην
διαγωγὴν ἐκεῖ φασι τὸν ἄνθρωπον σχεῖν, κατὰ μικρὸν52

53

δὲ μετὰ τὴν ἔκπτωσιν εἰς τὸ πᾶν κύτος διασπαρῆναι τῆς γῆς καὶ γεγονέναι τὴν ἀρχὴν οὐχ οἷός ἐστι νῦν, ἀλλὰ τοιοῦτον ὁποίου γ’ ἂν ὁ τοσοῦτος χρόνος εἰκόνα τὸν νῦν παράσχοι. κάλλιστον δ’ οὖν καὶ πάμφορον
5ἐκεῖνο τὸ χωρίον ἐστίν. ἀεὶ γὰρ τῶν αὐτῶν ὡρῶν οἱ ἐκεῖ, οἵτινές ποτ’ εἰσίν, ἀπολαύουσι καὶ τῆς ἴσης καὶ παραπλησίας θέρμης, ἔτι δὲ καὶ καθαρωτάτου πνεύματος ἐμπίπλανται. δὶς δὲ ἡ γῆ καρποφορεῖ κατ’ ἐνιαυτόν, μᾶλλον δὲ πάντα τὰ κάλλιστα καὶ τιμιώτατα αὐτομάτως
10ἀνίησιν. οὐ γὰρ γῆς αὔλακας τέμνουσιν οὐδὲ κατὰ τὸν ποιητὴν εὐρέα πόντον περόωσιν, ἄσπαρτα δὲ καὶ ἀνήροτα πάντα φύεται καὶ τὸν τοῦ χρυσοῦ γένους βίον, ὃν Ἡσίοδος ὕμνησεν, οὐκ ἄλλοθί που τὴν ἀρχὴν δείκνυσι σχεῖν. ἀλλὰ τούτοις μὲν οὐκ ὀλίγοι καὶ τῶν
15θείων ἀνδρῶν ἐοίκασι μαρτυρεῖν. ὅτι δ’ ἐκεῖ τὴν οἴκησιν καὶ διαγωγὴν ἔχειν γέγονεν ἄνθρωπος, οὐκ ἀσαφεῖ ἄν τις τεκμηρίῳ χρώμενος γνοίη. ὁμολογεῖται μὲν γὰρ οὗτος οὐ μόνον τῶν ἄλλων ζῴων 〈οὐκ〉 ἐλάτ‐ των γεγονέναι, ἀλλὰ καὶ πολλῷ γε βελτίων, καὶ οὐ
20τοῦτο μόνον, ἀλλὰ καὶ δεσπότης καὶ ἡγεμών. ὁρῶμεν γοῦν πανταχοῦ φυσικοῖς ὅροις τε καὶ θεσμοῖς τοῦ ἀρχομένου τὸ ἄρχον αὐταρκέστερον ὂν καὶ διὰ τοῦτο καὶ κυριώτερον· κἀκεῖνο μὲν τούτου δεόμενον πρός τε σύστασιν καὶ τὴν κατὰ τὸν βίον χορηγίαν, τὸ δ’ ἡγού‐
25μενον πρὸς τῷ μὴ δεῖσθαι, οὗ ἐστιν ἡγούμενον, καὶ μεταδίδωσιν αὐτῷ τῆς οἰκείας δυνάμεως. τούτου δὲ οὕτως ἔχοντος τοὐναντίον ὁρῶμεν ἐπὶ τοῦ ἀνθρώπου
συμβαῖνον. πλέον γὰρ χρῄζει τῆς παρὰ τῶν ἀλόγων53

54

ζῴων συντελείας ἢ μεταδίδωσιν ἐκείνοις τῆς παρ’ αὐτοῦ χορηγίας. ἐῶ γὰρ λέγειν, ὅτι ἐκεῖνα μὲν αὐτάρκη τε καὶ ἀνενδεᾶ, αὐτόματον τὴν τροφὴν καὶ οἴκοθεν σκέπην ἔχοντα· ὁ δ’ ἄνθρωπος πρὸς τῷ μυρίων ἑτέρων
5δεῖσθαι καὶ τούτων, ὧν ἄρχειν γέγονε, τοσοῦτόν ἐστι προσδεής, ὥστε μηδ’ ἂν ζῆν ὅλως ἔχειν καὶ περιεῖναι ἐπιλιπόντων αὐτῶν. ἆρ’ οὖν οὕτω καὶ πρὸς τοιαύτην κατάστασιν γέγονε τὴν ἀρχὴν ἢ χρόνῳ ὕστερον εἰς τρυφὴν καὶ ῥᾳθυμίαν ἐκπεσὼν καὶ τούτων ἐδεήθη, ἃ
10μᾶλλον αὐτοῦ δεῖσθαι γέγονεν; ἐγὼ μὲν τούτῳ πλέον ἢ ’κείνῳ τίθεμαι. καρπῶν γὰρ παντοῖα εἴδη καὶ ὡραίων καὶ λαχάνων αὐτόματος χορηγία, ἔτι δὲ καὶ πρὸς ποτὸν αἱ πηγαὶ ἀφθόνως πανταχῇ γῆς ῥέουσαι ἀπραγμάτευτον τούτῳ πανδαισίαν παρείχοντ’ ἄν, εἰ σωφρονεῖν ὅλως
15ἐβούλετο, καθαρός τε ἂν ἦν καὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς. ἥ τε γὰρ τοῦ στόματος καὶ τῶν ὀδόντων κατασκευή, οὐ τοιοῦτον αὐτὸν ἀποφαίνουσα, ἥ τε τοῦ ἀνθρώπου προσηγορία, οὐκ ἀφ’ ὧν ἑτέροις εἴρηται παρονομασθεῖσα, τῶν λεγομένων μάρτυρες ἀξιόχρεῳ.
20 Ἐπὶ δὲ σκέπης ἴσως ἄν τις ἡμῖν ἀντιπέσοι φάσκων μὴ οἴκοθεν ταύτην ἔχειν ἀρκοῦσαν, ὥσπερ ἱκανὴ τοῖς ζῴοις ἐστὶν εὐθὺς ἐκ γενέσεως, δεῖσθαι δ’ ἐπεισάκτου. καὶ ἴσως ἂν εὐστόχως ὁ τοῦτο προϊσχόμενος ἐπιβάλοι. οἱ γὰρ ἐν τοῖς βορειοτέροις μέρεσι τὴν οἴκησιν ἔχοντες
25οὐ μόνον οἴκοθεν αὐτάρκη τὴν ἑαυτῶν σκέπην παρέ‐ χονται, ἀλλ’ οὐδὲ παρ’ ἄλλων λαμβάνοντες μένειν ἐκεῖ καὶ ζῆν ὅλως ἂν δύναιντο. τί οὖν; μόνον τοῦτ’ ἀπᾷδον
τῇ φύσει τῶν ὄντων τῷ τῆς προνοίας λόγῳ γέγονεν,54

55

ἢ καὶ τοῦτ’ εὔλογον ἂν παράσχοι τὴν αἰτίαν καλῶς θεωροῦσιν; ὁ γὰρ τοῦ παντὸς δημιουργὸς μέχρις ἐκεῖσε τοῖς ἀνθρώποις τὴν οἴκησιν ἔχειν ἔταξε, μέχρις ἂν σκέπης δίχα διάγειν οἷοί τε ὦσι καὶ ἀπραγμάτευτον
5τὴν τῆς τροφῆς χρείαν ἔχωσι. καὶ τοῦτο δείκνυται μὲν καὶ ἀπὸ τῆς εἰρημένης αἰτίας, δείκνυται δὲ σα‐ φέστερον καὶ τῷ τὰς οἰκήσεις ταύτας παντὸς καλοῦ χορηγίαν ἔχειν, ὅσα τε πρὸς τροφὴν καὶ ὄψιν καὶ ὄσφρησιν, καὶ αὐτομάτως φύειν οὐ μόνον τοῖς ἀν‐
10θρώποις ἀρκοῦντα, ἀλλὰ καὶ πᾶσι σχεδὸν ζῴοις τοῖς ἐπὶ γῆς. ἐῶ γὰρ λέγειν, ὅτι καὶ τῶν ζῴων τὰ τιμιώ‐ τερα αὗται φέρειν εἰλήχασι. τὰς δὲ βορειοτέρας ταύτας οἰκήσεις παρὰ τὸ εἰκὸς ἔσχομεν. διὰ τοῦτο καὶ ἡ γῆ τῇδε τῇ· τοῦ ἡλίου ἀποστάσει τοσοῦτον ἐλάττω τὴν
15παρ’ αὐτῆς παρέχεται συντέλειαν, ὡς καὶ ἄγονος σχεδὸν μένειν παρὰ μικρόν. ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον. Μετὰ δὲ τὸν ἰσημερινὸν καὶ τὴν θέσιν ἐκείνην ἱστορεῖται εἶναι ἡ Ταπροβάνη νῆσος, καὶ μετ’ αὐτὴν τὸ διὰ Μερόης κλίμα, ὅπερ ἐγνωσμένον ὂν πρῶτον
20εἴρηται. οἶμαι δὲ πάντας συμφῆσαι, ὡς οὐχ οἷόν τ’ ἦν πλείω θέρμην ἔχοντα τὸν ἥλιον ζῳογονεῖν καὶ τρέφειν τὰ περὶ γῆν· ἀλλ’ οὐδὲ μὴν τὸν διὰ μέσων τῶν ζῳδίων καὶ μετ’ αὐτοῦ κἀκεῖνον τῇ ἑαυτοῦ κινήσει ἐπὶ πλέον λελοξῶσθαι καὶ πρός τε τὰ βόρεια καὶ τὰ
25νότια ὁμοίως πλέον ἐγκλίνεσθαι. εἰ γὰρ πρὸς μικρὸν ὅλως νοτιώτερος ἡμῶν ἐγεγόνει, αὐτίκα ἂν πάντα τῇ ἀμετρίᾳ τοῦ ψύχους καθ’ ἡμᾶς ἀπολώλει, καὶ ζῷα καὶ καρποὶ καὶ φυτά. ὣς δ’ αὔτως ἂν συνέβαινε καὶ κατὰ
τοὺς ἀντοίκους ἡμῶν, εἴπερ ὅλως εἰσίν· ἡ γὰρ φύσις55

56

καὶ πρὸς τοῦτ’ οὐκ ἀπείρηκε. διὰ γοῦν τὴν τοιαύτην αἰτίαν ἁπάσαις μὲν ταῖς οἰκήσεσιν οὐ γίνεται κατὰ κάθετον, οὐ μὴν τῆς ἀπ’ αὐτοῦ συντελείας παντάπασιν ἀπολείπονται. μέχρι δὲ τοσούτου πρός τε τὰ βόρεια
5καὶ τὰ νότια τὴν πορείαν αὐτοῦ ὡρίσατο, μέχρις ἂν τὸ μὲν λυσιτελοῦν τῆς οἰκείας δυνάμεως παρέχεσθαι δύναιτο, τῆς δ’ ἀπὸ τῆς ἀποστάσεως τοῦ θερμοῦ βλάβης ἀνωτέρους τηροίη. Τὴν δ’ οὖν τοιαύτην τοῦ ἡλίου πορείαν καὶ οἱ
10ἄλλοι ἀστέρες διὰ τὴν αὐτὴν αἰτίαν ἐφύλαξαν. ἀλλ’ ἐπεὶ ἀμήχανον ἦν γνῶναι, πῇ δὴ καὶ πότε γινόμενος εἰς ἕκαστον τῶν κλιμάτων τὴν ἑαυτοῦ ἐνίησι δύναμιν, ἔτι δὲ καὶ ὁ τῶν ἄλλων ἀστέρων ὅμιλος, ἐναργὲς σύμ‐ βολον ὁ δημιουργὸς καὶ τούτου πᾶσι παρέσχετο. ἐπειδὴ
15γὰρ πρῶτον καὶ κυριώτατον τῆς ἐν ἡμῖν ξηρᾶς τροφῆς ὁ σῖτός ἐστιν, αὕτη δ’ εἰς αὐτὸν ἀνατέθειται, ἔδειξεν, ὡς ὁπότε ἐν ὁποιῳδήποτε κλίματι τοῦτον πεπαίνει καὶ τελειοῖ, τότε καὶ τοῦ κλίματος ἐκείνου μάλιστα δεσπότης καθίσταται, ἐνιεὶς μὲν καὶ πρότερον τὴν δύναμιν τὴν
20αὑτοῦ, οὐ τοσοῦτον δέ. σκοποῦμεν γοῦν ἀρχόμενοι πρῶτον ἀπὸ κριοῦ καὶ εὑρίσκομεν, ὡς ἐν τῇ πρώτῃ τρισκαιδεκαμοιρίᾳ αὐτοῦ κατὰ τὸ πρῶτον κλίμα τοῦθ’ ὅπερ ἔφημεν διατίθησι, καὶ ἐν τῇ δευτέρᾳ κατὰ τὸ δεύτερον καὶ ἐν τῇ τρίτῃ κατὰ τὸ τρίτον καὶ ἐφεξῆς.
25διὰ τοῦτο καὶ οἱ φάσκοντες τὸν κόσμον τὸν τοῦ ἔαρος παρῆχθαι καιρὸν οὐχ ἁμαρτάνουσι τἀληθοῦς. δέδεικται γὰρ ἐντεῦθεν σαφέστατα, ὡς, ἔνθα τὴν ἀρχὴν γέγονεν ἄνθρωπος, ἐκεῖ πάντα καὶ φυτὰ καὶ καρποὶ τέλεια ἔφυ. 〈ιγʹ〉 Ἐπεὶ δὲ καὶ ἄνευ ἀκριβοῦς ἐπιστήμης ἕκαστον
30οὐχ οἷόν τε ἦν διελέσθαι κλίμα, πόσας μοίρας κατὰ
πλάτος ἐπέχει, ὁ λόγος ῥᾳδίαν καὶ πρὸς τοῦτο ἐξεῦρεν56

57

ἔφοδον. ἐπειδὴ γὰρ αἱ νοτιώτεραι οἰκήσεις κατά τε πλάτος καὶ μῆκος ἐπὶ πλέον τῶν βορειοτέρων ἐκτείνονται διά τε τὴν θέσιν τῆς γῆς καὶ τὸ τῶν διαστημάτων μέγεθος, δεδώκαμεν τῷ μὲν πρώτῳ κλίματι κατὰ πλάτος
5μοίρας ὀκτὼ ἤτοι ἀπὸ τῆς τρισκαιδεκάτης μοίρας τῆς κατὰ πλάτος ἀποστάσεως τοῦ ἰσημερινοῦ μέχρι τῆς πρώτης καὶ εἰκοστῆς, καὶ τῷ δευτέρῳ ἑπτὰ καὶ τῷ τρίτῳ ἓξ καὶ τῷ τετάρτῳ πέντε καὶ τῷ πέμπτῳ τέσ‐ σαρας καὶ τῷ ἕκτῳ τρεῖς καὶ τῷ ἑβδόμῳ δύο· ὡς ἅμα
10τά τε κλίματα τέλος ἔχειν καὶ τὰς ὀκτὼ καὶ τεσσαρά‐ κοντα ἔγγιστα μοίρας μέχρι Βορυσθένους καὶ τῶν ἐκβολῶν τοῦ Τανάϊδος. σκοπεῖν γοῦν ἐντεῦθεν χρή, κατὰ ποίας τῶν πόλεων οἱ ἀστέρες ἐφορῶντες ἑκάστοτε γίνονται. εἰ μὲν γὰρ κατὰ τὴν ἀρχὴν τῆς τρισκαιδεκα‐
15μοιρίας τοῦ κλίματός ἐστιν ὁ ἀστήρ, λέγομεν ἐφορᾶν τὰς πόλεις κατά τε μῆκος καὶ πλάτος, αἵτινες ἐν ἀρχῇ τῶν μοιρῶν εἰσι τοῦ πλάτους τοῦ κλίματος· εἰ δὲ κατὰ τὸ μέσον ἐστὶν ὁ ἀστήρ, τὰς πόλεις αὖθις τὰς ἐν τῷ μέσῳ τῶν μοιρῶν τοῦ πλάτους τοῦ κλίματος·
20εἰ δὲ κατὰ τὸ τέλος, τὰς ἐν τῷ τέλει. καὶ οὕτω καὶ τὰς ἐκλείψεις ἡλίου τε καὶ σελήνης, εἰς ὁποίας τῶν πόλεων τείνουσι, καλῶς ἂν στοχαζοίμεθα. ταῦτα μὲν οὖν διὰ βραχέων ὧδε ἡμῖν ὑποτετυπώσθω. πάντως ὅ γε συνετὸς καὶ ἀγχίνους οὐ μίκρ’ ἄττα πρὸς τὸ
25μέλλον ἐντεῦθεν θηράσεται, καὶ λοιμοὺς δὲ καὶ αὐχμοὺς καὶ πόλεων ἀναστάσεις χρόνῳ ὕστερον ἀφιξομένας ἄριστα ἂν προειδὼς φυλάξαιτο. εἰ δ’ ἀνακεκαλυμμένα τις ταῦτα λέγεσθαί τε καὶ δείκνυσθαι ἀξιοῖ, πρῶτον
μὲν συγχέαι ἂν τὴν τάξιν τῶν μυστηρίων, ἐφ’ οἷς57

58

νόμος ἐξεῦρε προκαλύμματα καὶ προσκήνια· ἔπειτα, εἰ ῥᾳδίως οὕτω καὶ ἑτοίμως ἐξέσται οἱ εἰδέναι περὶ τοῦ μέλλοντος, ἀγύμναστον τὴν ἐπιβολὴν ἕξει καὶ συμβή‐ σεται εἰδέναι διϊσχυριζομένῳ κατ’ ἄλλον τρόπον οὐχ
5ἥκιστα ἀγνοεῖν. ἄλλως τε οὐδ’ ὁ δημιουργὸς παντὶ τῷ βουλομένῳ σαφῆ καὶ προῦπτα ταῦτα ἐξέθετο, ἀγῶνα δέ τινα οὐ μικρὸν καὶ ἱδρῶτα ταῖς ψυχαῖς τούτων ἔθηκε καὶ δεῖ τινα ἱκανῶς προγυμνασάμενον οὕτω ἤδη ἐπὶ ταῦτα χωρεῖν.
10 〈ιδʹ〉 Μέχρι μὲν οὖν τούτου καθ’ ἡμᾶς ἡ τῆς ἀστρολογίας ἐπιστήμη προῆλθεν, ἔοικε δὲ καὶ τῶν ἀπορρητοτέρων ὁ λόγος ἐφάψεσθαι καὶ ἀπορῶν οὔπω παύεται, τί δήποτε οἱ πλάνητες ἄνωθεν κάτω φερόμενοι καὶ αὖ τοὐναντίον ἴσην καὶ ὁμοίαν τὴν τάξιν κατὰ
15παντὸς τοῦ χρόνου φυλάττουσιν. ἐγὼ μὲν οὐδεμίαν ἄλλην αἰτίαν εἶναί φημι τοῦ πρὸς ὕψος ἥκειν ἢ ὅπως ἕλκωσιν ἐκεῖθέν τι θειότερον, κατιέναι δέ, ἐφ’ ᾧ με‐ ταδοῖεν τοῖς ἐπὶ γῆς. 〈ιεʹ〉 Πάντων γὰρ τῶν ἐν τῇ γῇ γινομένων ἀρχάς
20τινας καὶ σπέρματα ἐν τῷ οὐρανῷ εἶναι μικρῷ πρόσθεν ἐλέγετο· τί δ’ ἂν ἀρχοειδέστερον τῇ ὕλῃ ἢ δύναμιν ὁπωσοῦν καὶ κίνησιν σχεῖν; καλῶ δὲ δύναμιν μὲν καὶ κίνησιν ἐν φυτοῖς τὴν κρᾶσίν τε καὶ τὴν γένεσιν, ἐν δὲ ζῴοις αὐτά τε ταῦτα καὶ τὴν καθ’ ὁρμήν τε καὶ
25αἴσθησιν. τὸ δὲ ἐξ ὑγροῦ καὶ θερμοῦ καὶ τῶν ἐναντίων τούτοις τὰ τῇδε πάντα κεκρᾶσθαι καὶ ἄνωθεν καθήκειν ταύτας καὶ μίγνυσθαι τὰς ποιότητας εἴρηται μὲν καὶ πρόσθεν, φυτὰ δ’ ἄττα καὶ βοτάναι καὶ καρποὶ ἑκάστην
αὐτῶν ἀμιγῆ φυλάττοντα πείθουσιν ἡμᾶς ἐναργέστερον.58

59

ταῦτα δὲ σκοπουμένοις οὐ μόνον ἔστιν εὑρεῖν ἕκαστον τῶν τῇδε, ὅτῳ τῶν ἐν οὐρανῷ κεκοινώνηκεν, ἀλλὰ καὶ ὅσα μικτὰ καὶ σύνθετα ὄντα ἀναλόγως ἐκεῖθεν εἴληφε τὴν πρώτην μεταβολήν. καὶ μὴν καὶ τὰ τῶν ἑπτὰ
5μετάλλων εἴδη καὶ τὰς ἴσας διαφορὰς τῶν χρωμάτων καὶ τῶν ἰσαρίθμων χυμῶν τὰς ποιότητας κάλλιστα ἄν τις ἐντεῦθεν εἰδείη. ἴσως δ’ ἄν τις πρὸς ταῦτ’ ἀπο‐ ρήσειεν. εἰ γὰρ τὸ ὑγρὸν καὶ τὸ θερμὸν συγκρίνειν καὶ ποιεῖν οἷά τ’ εἰσί, τὰ δ’ ἕτερα δύο τοὐναντίον
10διατιθέασιν, οὐκ εἰκότως οὔτ’ ἐν οὐρανῷ τοιαύτην τινὰ δύναμιν κατ’ ἀστέρας ἔδει συνίστασθαι οὔτε δὴ πρὸς γῆν φέρεσθαι· βέλτιον γὰρ εἶναι καὶ θαυμαστότερον ἀμιγὲς μένειν τὸ κρεῖττον ἢ μῖξιν μετὰ τοῦ χείρονος σχεῖν. ἓν μὲν οὖν καὶ πρῶτον ἐκεῖνο λέγειν ἔστιν,
15ὡς οὐδὲν ἂν ὅλως τῶν ἐπιγείων συνέστη, μὴ διὰ τῆς τῶν ἐναντίων ἀνθολκῆς οἷον καὶ ἀντιθέσεως τῶν οἰκείων ὅρων ἐντὸς συνεχόμενον. ἥ τε γὰρ φθορὰ ἀντικειμένως ἔχουσα τῇ γενέσει διὰ ταύτης τὴν σύστασιν ἔσχηκε· τοῦ τε βαρέος μὴ γενομένου οὐδ’ ὅτι ἂν ἦν
20τὴν ἀρχὴν κοῦφον εἰδέναι εἴχομεν. ἔπειτα, εἰ μὲν ἄφθαρτον ὁ δημιουργὸς ὑφίστη τὸν κόσμον, εἶχεν ἂν λόγον ἀμιγὲς εἶναι τὸ τὴν γένεσιν παρέχον τοῦ πρὸς φθορὰν ἐκκαλουμένου παντός· μᾶλλον δὲ χωρὶς τούτου οὐδ’ ἂν ὅλως ἐπεχείρει παράγειν αὐτόν. νῦν δ’ αὐτὸ
25τοῦτο καὶ μάλιστά ἐστι τὸ τὴν ἀνάγκην παρασχὸν τὰς ἐναντίας μερίδας πρὸς τὴν τούτου κατασκευὴν ἐπισπά‐ σασθαι, ὅπως δι’ ἐκείνων μὲν τοῖς ἐγκοσμίοις ἡ γένεσις ἕπηται, διὰ δὲ τῶν ἐναντίων εἰς φθορὰν συνελαύνηται·
χρόνοις δὲ τεταγμένοις ἑκατέρων τὴν πάροδον καὶ59

60

ἀπουσίαν ὡρίσατο. διὰ τοῦτο ἡ τῶν ζῴων καὶ φυτῶν φύσις ἴσην ἔσχε ῥοπὴν ἐφ’ ἑκάτερα· καί μοι δοκεῖ σαφῶς ἐντεῦθεν εἶναι μαθεῖν οὐ τῆς δημιουργικῆς αἰτίας εἶναι τὸ γῆρας καὶ τὴν φθοράν, τοῦ δὲ τῆς
5ὕλης λόγου, ἐξ ἧς τὸ ἔργον ὑφίστησι. ταύτην μὲν γὰρ μὴ ἐν τροπῇ καὶ μεταβολῇ εἶναι οὐχ οἷόν τε ἦν, τὸ δὲ ἐκ ταύτης συγκείμενον καὶ τοιοῦτον ἀποβαίνειν οὐκ ἀπεικὸς ἦν. σκοπῶμεν δὲ πάλιν, ὅπως τῇ διαμονῇ τοῦ γένους ἡ διαδοχὴ κατάλληλος οὖσα φαίνεται. τῇ γὰρ
10ἐπιθυμίᾳ τῶν σιτίων τε καὶ ποτῶν δέλεαρ ἡ φύσις τὴν ἡδονὴν ἔμιξεν· δι’ ἐκείνων δὲ ἡ τῶν ἀφροδισίων ὄρεξις περιγίνεται, δι’ αὐτῆς δὲ εἰς γένεσιν ἡ φύσις ἐπείγεται. ἐπειδὰν δὲ ταύτην κατὰ τὰ ξυγκείμενα ἐκτελέσῃ, λοιπὸν ἤδη πρὸς γῆρας καὶ φθορὰν ἀπιδεῖν·
15παρέσχετο γὰρ ἑτέρῳ τὸ ἑαυτῆς. καὶ οὕτως ἀεὶ κατὰ μέρος μὴ οἵα τε οὖσα σώζειν κατ’ ἄλλον τρόπον σῶν εἶναι τὸ γένος τηρεῖ. ταῦτα μὲν οὖν ἅλις ἔχει παρὰ τοῦ λόγου. 〈ιϛʹ〉 Τοῖς δὲ ψυχὰς τοῖς ἄστροις ἰσαρίθμους εἰσά‐ γουσι προβιοτὴν ψυχῶν ὁ λόγος καὶ μετεμψυχώσεις
20αἰνίττεται· τούτου δὲ οὐ χαλεπὸν παντάπασιν ἀπελέγξαι τὴν ἀτοπίαν. εἰ μὲν γὰρ καὶ ἀλόγων ζῴων, οὐκ ἂν εἴη μεταξὺ τούτων διάφορον· εἰ δὲ τὰς τῶν ἀνθρώπων μόνας φασί, πῶς εἰκὸς εἰσδύεσθαι ταύτας τὰ σώματα, τίς δὲ κλῆρος κατάγει πρὸς γένεσιν; κατὰ μίαν μὲν
25γὰρ ἥκειν οὐχ οἷόν τε· πολλαὶ δ’ αὖ πλάνην ἂν καὶ σύγχυσιν ἔπασχον. πρὸς δὲ τούτοις οὐδ’ εἰκὸς τὰς ἄλλας ἀργὰς οὕτω καὶ ἀπράκτους προσμένειν, μέχρις ἂν ἐκεῖναι τὰς σφῶν περιόδους ἀποπληρώσαιεν. χωρὶς
δὲ τούτων καὶ παντάπασιν ἄτοπον φάσκειν πανταχῇ60

61

περιϊέναι ζητούσας οἴκησιν, ὁπότε μῖξις ἐν ζῴοις γένοιτο· εἰ μὴ αὖθις πάντα ψυχῶν πλήρη φαῖεν, ὃ δὴ πρὸς τὸν πρότερον λόγον αὐτοῖς ἀντιπίπτει. τῶν δὲ σωμάτων ἐξελθούσας λείπεται αὖθις ἐπανήκειν ἐπὶ τὴν γένεσιν·
5οὐδὲ γὰρ ἄλλας καινοτέρας παρ’ αὐτὰς γίνεσθαι. τούτου δὲ οὕτως ἔχοντος ἀνάγκη τὰς αὐτὰς ἀγαθάς τε καὶ φαύλας ἀποβαίνειν τῇ κοινωνίᾳ τοῦ σώματος. πῶς οὖν εἰκὸς ἢ ποῦ δίκαιον ἐν τῷ προτέρῳ μὲν βίῳ χρηστὰ πράξασαν μηδεμίαν λαβεῖν ἀμοιβήν, ἐν δὲ τῷ δευτέρῳ
10βίῳ πρὸς κακίαν τραπεῖσαν ἀτιμώρητον αὖθις εἰς ἄλλον μεταχωρεῖν, εἰ μὴ κἀνταῦθα τὴν μὲν ἀγαθὴν τοιαύτην ἀεὶ μένειν κἀν τοῖς σώμασιν εἴποιεν ἄν, φαύλην δὲ ἀεὶ τὴν κακήν; οὕτω δ’ οὖν τιθεμένων ἔχειν οὐδεμία τις ἀμοιβὴ τοῖς ἀγαθοῖς εἰκότως ἂν
15ἕποιτο, ὥσπερ οὐδὲ δίκη τοῖς πονηροῖς. ἀλλὰ ταῦτα μὲν καὶ τοῖς κομιδῇ μειρακίοις πλατὺν παρέξεται γέλωτα. 〈ιζʹ〉 Ἕπεται δ’ εὐθὺς λέγειν περὶ γενέσεως, ἐπει‐ δήπερ ἀπορίαν ἔσχον οἱ παλαιοί, πότερον τὴν σύλληψιν ἀρχὴν χρὴ τίθεσθαι ἢ τὴν εἰς φῶς τοῦ τεχθέντος
20πρόοδον. εἰ μὲν γὰρ ἔξωθέν τις φαίη ψυχοῦσθαι, ταύτην ἂν μᾶλλον οἰκείαν ἀρχὴν εἰκότως ὑπόθειτο· εἰ δ’ ἔνδοθεν, πάλιν ἔχει καὶ τοῦτ’ ἀπορίας, πότε δεῖ τοῦτο νομίζειν γίνεσθαι. οὐ γὰρ δὴ παντάπασιν ὡρι‐ σμένος ὁ καιρὸς οὗτος φαίνεται. δόξαι μὲν οὖν ἐκ
25παίδων διάφοροι κατέσχον ἡμᾶς· λέγει δ’ ὁ μέν τις μὴ ζῷα εἶναι τὰ ἔμβρυα διὰ τὸ φυτικῶς αὐτὰ μόνον ζῆν,
ὁ δέ τις ζῷα διὰ τὸ μέλλειν ἔξω προελθόντα ζωοῦσθαι.61

62

ἐγὼ δὲ ὅτι μὲν τὸ τῶν ζῴων ἴδιον καθ’ ὁρμήν τε καὶ αἴσθησιν καὶ φαντασίαν ἐστί, μάλιστα πάντων πέπει‐ σμαι· ὅτι δὲ οὔπω πρὸς ταῦτα ἧκε τὰ ἔμβρυα, διὰ τοῦτο μηδὲ ζῷα ἀξιοῦν εἶναι τῶν ἀτόπων ἡγοῦμαι. εἰ
5γὰρ οἷον ἐμφωλεύουσα τῆς ψυχῆς ἡ δύναμις ἀναγκαίως ἔτι πρὸς βραχὺ κρύπτεται, ἀλλὰ μετὰ μικρὸν ἀνακύψει καὶ τὸ ἑαυτῆς τέλειον χορηγήσει. καί τοι φαίην ἄν, ὡς καὶ τὸ ἀτρεμεῖν τότε βουλομένης ἦν τῆς ψυχῆς καὶ τοῦτο ταῖς ὑπ’ αὐτὴν ἐπιταττούσης δυνάμεσιν. ἀλλά
10φασιν, ὥσπερ παρὰ τῷ πατρὶ μένον ἔτι τὸ σπέρμα ζῷόν τις οὐκ ἠξίου καλεῖν, οὕτως οὐδ’ ἐν τῇ μήτρᾳ γενόμενον τοιοῦτον ἔσται, εἰ μὴ ἐνεργείᾳ τοιοῦτον γένοιτο. καὶ τὸ τοῦ Πλάτωνος ἐνταῦθα ἐναργὲς εἰς ἀπόδειξιν, ἀόρατα ὑπὸ σμικρότητος καὶ ἄπλαστα ζῷα
15καλοῦντος τὰ ἔμβρυα· τὸ γὰρ ἄπλαστον οὐδέπω ζῷόν φασι· καὶ Ἀριστοτέλης δὲ ὀψὲ φάσκων τοῖς ἀνθρώποις τὸν νοῦν παραγίνεσθαι καὶ οὐδὲ πᾶσιν ἁπλῶς, σπάνιον δὲ εἶναι, εἴ τις ἐπιτηδεία ψυχὴ πρὸς τὴν αὐτοῦ συνου‐ σίαν γίνεται, τοῖς λεγομένοις ὁμολογεῖν ἔοικεν. ὅλως
20τε κυβερνήτῃ τοῦτον εἰκάζουσι μετὰ τὴν τῆς νεὼς τελέαν δημιουργίαν τοῖς πηδαλίοις ἐφισταμένῳ καὶ τὸ διϊθύνειν ἀναλαμβάνοντι. τὰ μὲν οὖν λεγόμενα ταῦτά τε καὶ τοιαῦτα, πολὺ τὸ εὐπρόσωπον ἔχοντα. Ἐγὼ δὲ ἥδιστ’ ἂν ἐροίμην αὐτούς, πῶς ἢ πόθεν ἥκου‐
25σαν εἰς τὸ σῶμα τὴν ψυχὴν ὡς ἀπὸ μηχανῆς θεὸν ἐπεισά‐
γουσιν. εἰ μὲν γὰρ διϊπταμένην καὶ περιφερομένην διὰ62

63

τοῦ ἀέρος στρουθίου δίκην ζητεῖν φασιν εἰς σῶμά τι διὰ στόματος καὶ ῥινῶν εἰσελθεῖν, μυρίου ὄχλου ψυχῶν πλαζομένων ἄλλως τὸν ἀέρα ἐμπλήσουσι καὶ τοῖς τὰς μετεμψυχώσεις φρονοῦσιν ἀφορμὴν ἀρίστην τοῦτο
5παρέξουσιν. εἰ δὲ τὰ ἤθη τῶν φυσάντων τὰ γενόμενα ἀναμάττεται καὶ εἰς ἡλικίαν ἥκοντα ἔτι μᾶλλον ἐναργέ‐ στερον δείκνυσι, δῆλον δήπου, ὡς καὶ αἱ τῆς ψυχῆς δυνάμεις τῷ σώματι συνυφαίνονται. φαίη τις ἂν ἴσως οὐκ ἀπεικότως γίνεσθαι τοῦτο, κἂν ἔξωθεν εἰσεκρίθη·
10ταῖς γὰρ τοῦ σώματος κράσεσιν αὐτῆς τὰς δυνάμεις ἕπεσθαι. πότερον οὖν ἄμεινον τῷ σώματι συνυφαινο‐ μένην τοῦτο λέγειν ὑφίστασθαι ἢ ἔξωθεν ἥκουσαν; οὕτω γὰρ οὐ μᾶλλον ἄρχειν ἢ δουλεύειν ταύτην κατιοῦσαν ὁμολογήσομεν. πάντων δὲ ἀτοπώτατον, εἰ
15τὴν μὲν ἐκ πυρὸς τῆς θρυαλλίδος ἔξαψιν ἔξωθεν γενέσθαι οὐκ ἂν φαίημεν, ἐπειδὴ ἔξωθεν ἐκ τῆς τῶν λίθων συγκρούσεως τὴν ἔναυσιν ἔσχηκεν, ἐμψύχων δὲ ὄντων τῶν προϊέντων τὰ σπέρματα τὰ γινόμενα ἐξ αὐτῶν ἔξωθεν τὴν ἐμψύχωσιν ἔχειν δεξαίμεθ’ ἄν. ὅλως
20τε οὐδ’ ἰδεῖν μοι δοκοῦσι πῦρ ἐν δαλῷ φωλεῦον καὶ μένον τὴν τοῦ ἔξωθεν ἀέρος προσβολὴν ἀναρριπίσουσαν καὶ ἀνεγεροῦσαν τὴν φλόγα. ἀεὶ δὲ τὸ ἐπιτήδειον πρὸς τοὺς καιροὺς διακρίνεται πρότερον. διὸ χρείας πω μὴ οὔσης ἐν τῇ κυήσει ὁρμῆς καὶ φαντασίας ἡσυχάζουσιν
25ἐν τῷ ὅλῳ ὄγκῳ οἱ τῶν δυνάμεων λόγοι· καὶ οὐδὲ πάντα ἅμα συμπεριλαβεῖν οἷόν τε ἦν, ὅπου γε οὐδὲ τὸ σῶμα τέλειον εὐθὺς εἴργασται, δεῖται δέ τινων καὶ μετὰ
τὴν κύησιν, καὶ ἀναπληροῖ ταῦτα ἡ φύσις ὕστερον.63

64

οὑτωσὶ δὲ καὶ αἱ τῆς ψυχῆς δυνάμεις ὁδῷ τινι καὶ τάξει προβαίνουσαι ἐν καιροῖς τὰς οἰκείας ἐνεργείας ἐμφαίνουσι. κινεῖται δὲ τὸ ζῷον πρῶτον μὲν θρεπτι‐ κῶς καὶ αὐξητικῶς οἰκείως τῷ σπέρματι, αἰσθητικῶς
5δὲ προκῦψαν καὶ μετὰ μικρὸν λογικῶς· πάντα δὲ ἔχει δυνάμει ἐκ τῆς σπερματικῆς γονῆς καὶ οὐδενὸς εἰσκρι‐ θέντος ἔξωθεν. Ἀλλ’ ἀποροῦσι, πῶς οὐχ ἅμα πάντα ἐν αὐτῷ φαίνεται. ἀλλὰ πρῶτον μέν, εἰ οὕτως εἶχεν, ἕκαστον ἄτακτόν τε
10καὶ ἀδιάκριτον ἦν· ἔπειτα ὡς ἐπὶ πλεῖστον τῷ ἑτέρῳ τὸ ἕτερον ἀντιπίπτει. καὶ ἐν τῇ τῶν καρπῶν δὲ βλαστήσει πάντα ὁμοῦ συγκέχυται, οἵ τε λόγοι καὶ αἱ δυνάμεις, καὶ αὖ ἐν τῷ πυρῷ οἱ λόγοι τῆς καλάμης τοῦ φύλλου καὶ τῆς ῥίζης ἥνωνται· παραπλήσιον δὲ καὶ ἐπὶ τῶν ζῴων ἐν
15ἀτελέσιν ἤδη καὶ ἀδιακρίτοις ἀπταίστους καὶ ἀσφαλεῖς ἡ φύσις τηρεῖ τοὺς οἰκείους θεσμούς. εἶτα πυρὸς μὲν πυρὸν καὶ ἵππος ἵππον, προσθήσω δὲ ὅτι καὶ ὄρνις ὄρνιν ἀποτεκεῖν οἷός τ’ ἐστίν· ἄνθρωπος δὲ οὐκ ἄνθρωπον γεννᾷ, ἀλλ’ ἀνθρώπειον σῶμα; καὶ μὴν ψυχὴν ὁ τεκὼν
20εἶχεν, δεῖ δὲ καὶ τὸ γενόμενον ἐξ αὐτοῦ ψυχὴν ἔχειν· ἣν εἴτε λόγους εἴτε δύναμιν ἐθέλει τις καλεῖν, οὐ διοίσομαι. ἡ δὲ παρουσία αὐτῆς ἄχρονος καὶ διόλου ἅμα τὸ ὑπο‐ κείμενον ἐμψυχοῦσα· ὥσπερ καὶ τὴν κάθειρξιν οὐχ ὡς ὑπὸ χειρὸς ἢ δεσμοῦ γινομένην προσήκει καλεῖν, ἀλλὰ
25κατὰ μόνην τὴν τοῦ ὑποδεχομένου αὐτὴν ἐπιτηδειότητα, ὡς καὶ τὸ πῦρ κατὰ τὴν τῆς ὕλης ὁρῶμεν κρατούμενον.
ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς ἡμῖν εἴρηται.64

65

Εἰ δέ τις τὸ Μωσαϊκὸν ἡμῖν ἐπιφέροι, τὸ σῶμα μὲν πρότερον λέγων πεπλάσθαι, εἶτα τὸ πνεῦμα ὕστερον εἰς ψυχὴν ζῶσαν τὸν δημιουργὸν ἐμφυσῆσαι, πρῶτον μὲν εἴποιμεν, ὡς οὐκ ἦν εἰκὸς ἄλλως γενέσθαι. οὐδὲ
5γὰρ κατὰ χώραν μενούσῃ τῇ ψυχῇ ἔξωθεν προσπλάττειν τὸ σῶμα καὶ προσαναχωννύειν ἐχρῆν. ἔπειτα εἰ τῶν σωματικῶν ὄγκων καὶ πόρων τὰς οἰκείας κατασκευὰς τελείας ἀπειληφότων οὕτως ἐχρῆν ἐπεισελθεῖν τὴν ψυχήν, οὐχ ὁρῶ, πῶς ἄλλως γεγονέναι ἐχρῆν τὴν ἀρχὴν
10ἢ πῶς οὐ τοῦθ’ ὅπερ λέγομεν τούτοις τοῖς λόγοις ἐοίκασι βεβαιοῦν. εἰ γὰρ πεπλασμένου τοῦ σώματος καὶ πᾶσαν τὴν οἰκείαν ἐνέργειαν ἀπειληφότος ἡ ψυχὴ ὁθενδήποτε ληφθεῖσα εἰσέδυ, τί μὴ κἀν τοῖς ἐμβρύοις γίνεσθαι τοῦτό φαμεν, ὅτι καὶ τούτων ἐν τῇ ὑστέρᾳ
15τελέως ἤδη κατεσκευασμένων τὸ σῶμα αὐτίκα ἡ ψυχὴ ἐπιλάμπει καὶ τὰς οἰκείας δυνάμεις ἀνακαλύπτειν πει‐ ρᾶται; καὶ οὐ δήπου ἄλλως βουλόμενος ἀπόλογον κατατείνειν Ἀλκίνου ἀπέτεινα ἐς τοσοῦτον τὸν λόγον, πολλὰ δὲ καὶ ἄτοπα τῆς δόξης ταύτης ἐξέχεται, καὶ εἰ
20μὴ τελέως τις τὴν ἀρχὴν ἀναιρήσει, ἀσθενής τις εἰς τὰ ἀπὸ ταύτης φαίνεται. 〈ιηʹ〉 Λοιπὸς δὲ ὁ περὶ τῶν πνευμάτων λόγος τῆς τοιαύτης θεωρίας ἐχόμενος εἰκότως ἂν ἐντεῦθεν περαί‐ νοιτο. οἱ μὲν γὰρ ἀπὸ κρυστάλλου καὶ ἀπὸ χιόνος
25πᾶν πνεῦμα ἔχειν τὴν σύστασιν τὴν ἀρχὴν ἐδόξασαν, οἱ δὲ ξηράν τινα ἀναθυμίασιν ὑπὸ ψύχους ὠσθεῖσαν
φέρεσθαι καὶ τοῦτ’ εἶναι τοὺς ἀνέμους τε καὶ τὰ πνεύ‐65

66

ματα. ὡς μὲν οὖν αὐτόθεν εὐθὺς διάφοροι οἱ λόγοι αὐτῶν, οὐκ ἄλλου τινὸς δεικνύντος δεόμεθα. αἴτιον δὲ † ἄμφω τοῖς μὲν τὴν πρώτην ὑποστησαμένοις ὑπό‐ θεσιν τὸ ἀπὸ τῶν δύο μερῶν τῶν πόλων ἰσχυρότατα
5ὁρᾶν ῥηγνύμενα πνεύματα τόν τε νότον καὶ τὸν βορρᾶν μεγέθει τε καὶ ῥώμῃ πολλῷ τῶν ἄλλων προ‐ έχοντας φαίνεσθαι. αἱ γοῦν ὑπὸ τοῖς πόλοις, φασί, χιόνες καὶ κρύσταλλοι ὑπὸ τῆς τοῦ ἡλίου προσβολῆς ἀτμίδα τινὰ ἀφιᾶσι, καὶ ὅποι ἂν αὕτη πλείων ῥυῇ,
10ἐκεῖ ἄνεμος συνίσταται. ταύτης δὲ τῆς γνώμης καὶ Ἱπποκράτης ἐστίν, ἀνὴρ τοῦ παντὸς ὢν ἐμοί γε ἄξιος καὶ τοῖς αὑτοῦ λόγοις σφόδρα, εἴπερ τις ἄλλος, αἱρῶν· τῶν δὲ τὸ δεύτερον προτεινόντων καὶ Ἀριστοτέλης ἐστί, φίλος ἀνὴρ καὶ οὗτος καὶ τῆς φιλοσοφίας αὐτὸ τὸ
15κεφάλαιον. καί μοι σκοπουμένῳ, πῶς ἂν οἱ ἄνδρες ὁμο‐ λογήσωσιν, ἔδοξεν Ἱπποκράτης μὲν περὶ τῆς καθόλου ἀρχῆς τε καὶ συστάσεως τῶν πνευμάτων εἰπεῖν, Ἀριστο‐ τέλης δὲ περὶ τῆς κατὰ μέρος γινομένης ἐν ταῖς οἰκή‐ σεσιν. οὕτω δὲ καὶ μετὰ τοιαύτης γνώμης τοῖς λεγο‐
20μένοις προσέχοντες σύμφωνα εὑρήσομεν τὰ λεγόμενα. αἵ τε γὰρ ἀρχαὶ τῶν καθόλου ἀνέμων τοιαῦταί εἰσιν, οἵας Ἱπποκράτης ὑπέθετο· αἵ τε κατὰ μέρος γένοιντο μὲν ἂν ἴσως ἀπὸ κρυστάλλου τε καὶ χιόνος, μάλιστα δὲ ἀπὸ τῆς λεγομένης ξηρᾶς ἀναθυμιάσεως. ὁ γὰρ
25ἥλιος τὰς ἀκτῖνας προσβάλλων τῇ γῇ ἕλκει μὲν τὸ ἐν αὐτῇ ἐπιπόλαιον ὂν ὑγρόν, συνεπισπᾶται δὲ καί τινα σύμφυτον ἀτμίδα τῇ γῇ, ἣ πάντως κατὰ τὸ οἰκεῖον
τῆς γῆς ξηρά τέ ἐστι καὶ πολλῷ μᾶλλον μετεωρισθεῖσα66

67

ἀνικμοτέρα γίνεται. διὰ τοῦτο αἱ τῶν ἀέρων διαφοραὶ ταῖς τῆς γῆς μάλιστα συνεξομοιοῦνται διαφοραῖς. με‐ λαίνης μὲν γὰρ οὔσης αὐτῆς εὔκρατος ὁ ἐπιπολάζων ἐστὶν ἀήρ· τὴν δὲ ἀργιλώδη τε καὶ λυπρόγεων ξηρός
5τις καὶ πνιγώδης ἀὴρ περικέχυται· καὶ ὅλως ὁ περί‐ γειος οὗτος ἀὴρ ἀμέσως τῇ γῇ μιγνύμενος συμπάσχει τε καὶ συνδιατίθεται. ὁπόταν οὖν ἐκείνη εἰλουμένη περὶ τὸν ἀέρα λάβῃ μὲν ὤθησιν ὑπὸ ψύχους, ὑγρότητα δὲ ἱκανὴν πρὸς τροφήν, ῥεῖ μέν, ἔνθα ἡ τῆς ὠθήσεως
10βία κινεῖ, οὐ πρότερον δὲ παύεται, πρὶν συνεκλίπῃ γε τὸ τρέφον αὐτήν· ὅθεν εἰκότως καὶ πρὸ τῶν ὑετῶν ἢ μετ’ αὐτοὺς οἱ ἄνεμοι πνέουσιν. εἰ δέ τινι γῇ τοσοῦτον ξηρότητος μέτεστιν, ὥστε καὶ τοιοῦτον πνεῦμα ἐπιπο‐ λάζειν ἀεὶ ἐπ’ αὐτῆς, ἴδιον ἐξ αὐτῆς ἄνεμον καὶ συνεχῶς
15πνέοντα παρέξεται. βλάπτει δὲ οὐχ ἥκιστα ταῦτα τὰ κατὰ μέρος, ὅσῳ τὰ καθόλου λυσιτελεῖ ζῴοις τε καὶ φυτοῖς. 〈ιθʹ〉 Καὶ μὴν καὶ αἱ τῶν μετεώρων σημειώσεις χρήσιμοι ἂν εἶεν πρός γε τὴν παραυτίκα χρείαν ἡμῖν καὶ μάλιστα αἱ περὶ τὴν σελήνην γινόμεναι. “λεπτὴ
20μὲν” γὰρ
“καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα εὔδιός κ’ εἴη, λεπτὴ δὲ καὶ εὖ μάλ’ ἐρευθής πνευματίη· παχίη δὲ καὶ ἀμβλείῃσι κεραίαις, ἢ νότῳ ἀμβλύνεται ἢ ὕδατος ἐγγὺς ἐόντος.”
25καὶ τὰς φαινομένας δὲ περὶ αὐτὴν ἅλως οὐκ ἀμελῶς
γε δεῖ σκέπτεσθαι. μιᾶς μὲν γὰρ οὔσης καὶ αὐτῆς67

68

καθαρᾶς καὶ ἠρέμα ὑπομαραινομένης εὐδιεινὴν κατά‐ στασιν χρὴ προσδοκᾶν καὶ ῥηγνυμένης ἄνεμον κατ’ ἐκεῖνο τὸ μέρος ὅσον οὐ κινούμενον. “αἱ δύο δ’ ἂν χειμῶνι περιτροχάοιεν ἁλωαί·
5 μείζονα δ’ ἂν χειμῶνα φέροι τρισέλικτος ἁλωή.” καὶ τἄλλα δὲ σαφῶς καὶ κατὰ λόγον ὁ ἀνὴρ οὗτος ἐξήγγειλεν. αἱ δὲ καθ’ ἑβδομάδα ταύτης περίοδοι καὶ δι’ ἄλλων μὲν πλείστων, ἀτὰρ καὶ ἐν τοῖς εἰς νόσους καταπίπτουσι διάδηλοι γίνονται· καὶ ἡ τετρὰς ὡς
10οἰκεία οὖσα τῆς ἑβδομάδος μόνη ταύτην προσημαίνει, ὁποία τις ἂν ἀποβαίη. εἴτε οὖν ἑτέρας ἀρχῆς ὥσπερ ἡ φύσις λαβομένη ἐξαλλάττειν ἔοικε τὴν προτέραν διάθεσιν, εἴτε καὶ αὐτὸ τοῦτο φύσιν ἐχούσης μεταβολήν τινα ἐργάζεσθαι ἐν τοῖς σώμασιν ἡ τοιαύτη γίνεται
15κίνησις, βαθείας πάνυ καὶ σοφῆς δεῖται φρενός. δι’ αὐτῆς δὲ καὶ ὁ δημιουργὸς τὰ κυριώτερα τῶν δημι‐ ουργηθέντων ἐπεσφραγίσατο, μᾶλλον δὲ ὑπὸ ταύτῃ τὴν κτίσιν πᾶσαν ἄριστα τελεώσας παρήγαγεν. ἐξ ἐκείνου δὲ ἡ φύσις τοὐνδόσιμον δεξαμένη μιμεῖσθαι καὶ ἀνα‐
20καινίζειν ἔοικε δι’ αὐτῆς τά τε τῶν ζῴων γένη καὶ τῶν φυτῶν. καὶ ὁ μηνιαῖος δὲ χρόνος διὰ τῆς ἑβδομάδος ὡς εἰπεῖν συνιστάμενος τὸν τοῦ ἔτους χρόνον ἀπο‐ πληροῖ, ὃν δὴ τελείαν ἀνάπλασιν τοῦ παντὸς φαίην ἂν γίνεσθαι. καὶ δῆτα αὕτη μὲν εἰκότως ἂν ἀρχή τις
25καὶ τέλος τοῦ ἔτους νομίζοιτο. τὸ δὲ ἐξ οὐδεμιᾶς
σαφοῦς ὑποκειμένης ἀρχῆς, ἀλλὰ κἀν τῷ μέσῳ τοῦ τῆς68

69

περιόδου χρόνου καὶ αὖθις ἐπὶ τὰ τέλη καὶ ὅλως ὁπόθεν τις ἄρξηται, τὴν οἰκείαν δύναμιν τῆς ἑβδομάδος ἐμφαίνεσθαι, τοῦτο μέγα τί μοι δοκεῖ καὶ θειότερον. οὐ γὰρ σοβοῦσα καὶ μεταβολαῖς ἀλλεπαλλήλοις καὶ
5σφοδραῖς συγχέουσα καὶ ταράττουσα οὕτως † ἔπειτ’ ἀμείβειν τὰ ἐπὶ γῆς πέφυκεν, ἀνεπαισθήτως δὲ ὥσπερ καὶ ἀψοφητὶ κατιοῦσα ταῖς τῆς φύσεως κινήσεσιν ἑνοῦται καὶ περιπλέκεται. κᾆτα κινεῖ μὲν αὕτη, ἕπεται δὲ ἐξ ἐκείνης τὸ τοιόνδε τι τὸ κινηθὲν ἀποβῆναι.
10 〈κʹ〉 Ἔνθεν ἡ τῆς ἀστρολογίας ἐπιστήμη ἑπτὰ μὲν σώματα σφαιρικὰ ὑποτίθεται, ἑπτὰ δὲ διαφορὰς οἶδεν αὐτῶν καὶ τὰς περιόδους αὐτῶν καθ’ ἑβδομάδα μετρεῖ. καὶ ἔγωγε τὸν περὶ τὴν τοιαύτην ἐπιστήμην ἐγρηγορότα ἄγαμαι τῆς τύχης καὶ μακαρίζω καὶ μόνον καλῶ σοφὸν
15καί, εἰ βούλει, φιλόσοφον· ὃς τῷ φυσικῷ τῶν συμβα‐ μάτων ὀπαδοὺς πειρᾶται διδόναι λόγους καὶ τῆς μὲν ὑλικῆς προσπαθείας καθᾶραι τὸν νοῦν ἐσπούδακε, ζητητικὸς δὲ ἀεὶ καὶ μνήμων ἐστὶ κἀν τοῖς οὐρανίοις τὴν γνώμην περιπολεύειν ἐθίζει καί που τῷ προγνῶναι
20καὶ προειπεῖν θεῷ ὁμοιοῦσθαι κατὰ τὸ δυνατὸν βού‐ λεται. τοὺς δ’ ἑκόντας τοῦθ’ ὑπερορῶντας οὐ πάνυ μέμφομαι· οὐ γὰρ ἴσασιν, οὗπερ οὐχ ἥψαντο· ὃ δὲ οὐκ εἶδον, πῶς ἂν ἀντέχεσθαι δύναιντο; ἐγὼ δὲ οὐδὲν ἐνδοιάσας εἴποιμι, ὡς ἐκ μόνων ἢ πρώτων τούτων τὸν
25δημιουργὸν ἔστι καταμανθάνειν καὶ τὴν φύσιν τῶν ὑπ’ αὐτοῦ γεγενημένων θεᾶσθαι, τάς τε ἐμφανεῖς πάσας τοῦ κόσμου μερίδας καὶ τὰς ἀφανεῖς ἐν αὐτῷ δυνά‐
μεις, καθ’ ἃς ἡ ἐν τῷ κόσμῳ συμπάθεια τῶν μερῶν69

70

ὑφέστηκε, καὶ μὴν καὶ τὰ ἄρρητα καὶ ῥητὰ τοῦ κόσμου συνθήματα, δι’ ὧν τὰ ἔσχατα τοῖς πρώτοις συνάπτεται καὶ αὖ τοῖς μέσοις ἀμφότερα, ἐντεῦθέν τις εἰλικρινῶς ὄψεται καὶ τῆς τοῦ πατρὸς καὶ δημιουργοῦ δυνηθείη
5ἂν αὐτοφανείας τυχεῖν· ὅτε καὶ τοὺς ἐπιστημονικοὺς λόγους μύθους ἡγήσεται, τῇ αὐτεπιστήμῃ καὶ αὐταλη‐ θείᾳ συνὼν καὶ συνεστιώμενος ἐκ τῆς ἐναργείας τῶν ὄντων καὶ ἐν αὐγῇ καθαρᾷ ὁλόκληρα καὶ ἀτρεμῆ θεώ‐ μενος φάσματα. τὸ γοῦν πρὸς τοιαύτην ἔλλαμψιν ἐπι‐
10τήδειον γεγονέναι καὶ τῆς μακαρίας καὶ ἀκηράτου αἴγλης ἐμφορηθῆναι, πόσου τινὸς ἄξιον; ἢ ποίους ἂν ἔρωτας ἴσχοι ὁ τοιοῦτον κάλλος κατοπτεῦσαι δεδυνημένος, ἄφθαρτον, ἄκρατον, μὴ ὑφ’ ὕλης θολούμενον, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀφ’ οὗ πᾶσα καλοποιὸς αἰτία καὶ
15πᾶν καλὸν πρόεισι καὶ τὰ μετασχόντα κοινωνεῖ δυνά‐ μεως ἀμειλίκτου; οἶμαι τὴν θείαν σιωπὴν ὑποστήσεται, λέγειν περὶ αὐτοῦ οὐχ οἷός τε ὤν, πασῶν τε τῶν σωματικῶν αἰσθήσεών τε καὶ κινήσεων ἐπιλαθόμενος ἀτρεμήσει· ὃ δὴ διὰ τῆς τοιαύτης ἐπιστήμης ἡμῖν
20μάλιστα περιγίνεται. ὁ δὲ ἄνευ ταύτης ἐπὶ τὴν θεωρίαν ἐκείνην ὁρμῶν ἀτελέστερος ἂν εἴη εἰκότως καὶ ἀμαθής, οὐκ ἔχων· εἰδέναι τρίβον, καθ’ ἣν ῥᾳδίως ἐπ’ αὐτὴν ἄνεισιν· εἰ δέ που μόχθῳ καὶ χρόνῳ μακρῷ ἀνελθεῖν τὴν φύσιν βιάσεται οὐκ ἐπιστάμενος, ὅθεν αὖθις πρὸς
25τὴν ὕλην ἐπιστραφείη καὶ τὴν ἔμφασιν ἀσφαλῶς εἰλι‐ κρινῆ φυλάξαι, ἄκων ὡς εἰπεῖν καὶ κατὰ κεφαλὴν κάτεισι καὶ πάλιν ἑτέρου πόνου καὶ παρασκευῆς μείζονος δεή‐
σεται πρὸς τὴν ἄνοδον. ἐχέτω δὲ ἡμῖν καὶ ὁ λόγος τέλος.70

71

—Εἰ μὲν Κασταλία πηγή τις ἦν ἐν Δελφοῖς μαντικοὺς δεικνῦσα τοὺς ἀρυσαμένους αὐτῆς, “ἡμεῖς τοι κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·” ἃ δὲ αὐτός, ὦ Ἕρμιππε, νῦν διῆλθες, ἔνθεα καὶ
5βακχικὰ πάντα καὶ οὐκ ἄνευ ἐπιπνοίας θειοτέρας οἶμαί σοι κατὰ νοῦν ἐπελθεῖν. ὥστε ἐρρώσθων μὲν ὁ τρίπους καὶ ἡ Πυθία, ὄντες ποτὲ ἴσως καὶ μὴ ὄντες τῶν μελ‐ λόντων ἐξηγηταί, σιγάσθω δὲ καὶ τὰ Τροφωνίου ἄδυτα καὶ μετίωμεν εἰς τὸ μέλλον τὴν ὑποδεδειγμένην ὁδόν.
10ἐγὼ δὲ καὶ βιβλίον ταῦτα, ὥσπερ ἔφησθα, ποιησάμενος ἀείμνηστα φυλάξω παρ’ ἐμαυτῷ τῶν βασκαίνειν πειρω‐
μένων φροντίζων οὐδέν.71